[ ] Phokis — Delphi — ca. 263 BC — Syll(3).479
1                   θεοί.
στραταγέοντος Ἀρκίσωνος ἔδοξε τοῖς συνέδροις·
Ἀθανίωνι Πάτρωνος Δελφῶι τὰν ἀσφάλειαν εἶμεν
καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν καὶ αὐτῶι καὶ τοῖς αὐτοῦ
5 ἐπιμελομένωι τᾶς πανοπλίας, ἃν οἱ Ἀμφικτίονες ἀνα-
τίθεντι, καὶ τοῦ γυμνασίου καὶ τᾶς παστάδος τᾶς μεγά-
λας καὶ τῶν ἐργαστηρίων καὶ τοῦ ναοποιΐου ἐπιμελομένωι.
εἶμεν αὐτῶι τὰν ἀσφάλειαν, καθώς κα οἱ σύνεδροι καὶ ὁ ἀρχι-
τέκτων συντάσσοιεν, καὶ εἴ κά τις αὐτὸν ἀδικῆι, τοὺς ἀντι-
10 τυγχάνοντας συνέδρους τὰν ἐπιμέλειαν ὑπὲρ αὐτὸν
ποιεῖσθαι.
Search Help
Contact Us