[ ]
Aegean Isl. — Keos: Karthaia — ca. 222 BC — IG XII,5.526
1 | ἔδοξεν τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς [Κε]ίους τὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυ- |
λάσσειν καὶ μηθένα ἄγειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν- | |
των τοὺς Κείους μηθαμόθεν ὁρμώμενον μήτε κατὰ γᾶν μήτε κατὰ θάλατ- | |
ταν μήτε ποτ’ Ἀμφικτυονικὸν μήτε ποτ’ ἄλλο ἔγκλημα μηθὲν ὡς Αἰτωλῶν | |
5 | ὄντων τῶν Κείων. εἰ δέ τίς κα ἄγει τοὺς Κείους, τὸν στραταγὸν ἀεὶ τὸν ἔναρ- |
χον <ὄν>τα τὰ ἐν Αἰτωλίαν καταγόμενα [ἀναπράσσ]οντα κύριον εἶμεν καὶ τοὺς | |
συνέδρους καταδικάζοντας τοῖς Κείοις [κατὰ τῶ]ν ἀ[γόντων αὐ]το[ὺς ζα]μίαν, | |
ἅγ κα δοκιμάζωντι, κυρίους εἶμεν. στρα[ταγέοντος Πανταλέωνος(?) τὸ τέ]- | |
ταρτον, πρεσβευσάντων ἐ<κ> Κέ[ω — — — — — — — — — — — — — — — — — — —]. |