IG IX,1² 1:138
[ ] Aitolia — Kalydon — beg. 4th c. BC?
1 θεός, τύχα. ἐδίκαξαν οἱ Θράιστιοι
Πύρρος, Ἐρίφυλος, Αἱμονίδας, Θεοτέλης, Ἀ[ν]-
δρίας Θέρειον νικῶντα τὰν δίκαν καὶ τὰν Κα-
μύδωνος γενεὰν καὶ τὰν συγγένειαν, ὅσσοι ἀ-
5 {α}πὸ {²⁶ἀπὸ}²⁶ τᾶς ματέρος τᾶς Θερείω, καὶ Κ%⁸⁰λέαιχ-
μον τὸ σῦλον. εἰ δέ τις ἐπιθιγγάνοι ἢ Μουδύω-
ν ἢ γενεὰ ἢ Καλλίας ἢ γενεὰ ἢ Πράθος ἢ γεν-
εὰ ἢ ἄλλος ἐκ τούτων εἴτε χηρὶ εἴτε λόγωι λ-
έγων εἴτε προξενέοι ἐπὶ κακῶι, ἀποτεισ-
10 άτω ἀργυρίω τριάκοντα μνᾶς κατ’ ἕκασ-
τον ἀδίκημα καὶ ἐπίπομπος ἔστω. ἁ δ-
ὲ δίκα ἐδικάσθη ἐπὶ Ἀνοχίδα καὶ Κεφ-
άλω δαμιοργέοντος, Ταμ̣α̣χ̣ρίδα
καὶ Ἐριφύλ<ω> δαμονομέοντος.
15 ὁ δὲ πίναξ ἱαρὸς ἔστω τᾶς Ἀρτέ-
μιδος.
Search Help