[ ] Aitolia — Phistyon — ca. 170-150 BC
1 [στρατ]α̣γέ̣ο̣ν̣τ̣ος Φ̣ύλακ̣ος̣ Κ̣α̣λυδω̣νίου̣
v μηνὸς Λοφ̣ρι̣αίου ἀπέδοτο Νικασὼ Φιλω-
ταῒς Μ̣α̣τέρ̣ι θεῶν καὶ Παρθένοι Φιστυΐδοι[ς]
σῶμ̣α γυναικεῖον, ἇι ὄνομα Κοσ̣σύφα, οἰκογε-
5 ν̣ὲς ἐπ’ ἐ̣λευθερί̣αι τιμᾶ̣ς ἀργυρίου ΜΜ%⁸⁰Μ
συνευδοκέοντος κ̣αὶ τοῦ υἱ<ω>νο<ῦ> Μελάνιος.
βεβ̣αιωτῆρες̣ κ̣ατέ̣στα̣σε Ἀγέλοχον Φι̣λω-
τ̣αεῖ, Λυκίσκον Εἰδαῖον. τὰν ὠνὰν φυλ-
άσσοντι Νικολέων Πανφιεύς, Λέων
10 Πελήϊος. μάρτυροι Χαρίξενος, Λάμιος,
Μενέμαχος, Φαλακρίων Πανφιεῖς, Ξεννί-
ας Τνιμαῖος. {²vac.}²
Search Help
Contact Us