[ ]
Aitolia — Phistyon — after 170 BC
| 1 | ἀγαθᾶι τύ[χαι. στραταγέοντο]ς Τ̣εισί[ππ]ου {²vac.}² |
| Τριχονίου μ[ηνὸς Δίου, ἀρχόντ]ων δὲ ἐπὶ πόλιος ἐν Φιστύοι | |
| Νικολέω̣νος, Νικιά[δ]α, Ξένωνος Φιστύων, θεοκολευού- | |
| σας Ἀλκήστιος ἀπέδοτο Λύκος Λυκίσκου Ἀρσινοεὺς | |
| 5 | Ἀφροδίται Συρίαι Φιστυΐδι σῶμα ἀνδρῆον, οἷ ὄνομα Σπα[ῖ]- |
| ρος, τὸ γένος οἰκογενής, ἐπ’ ἐλευθερίαι τιμᾶς ἀργυρί̣- | |
| ου μνᾶν ΜΜΜΜΔ. βεβαιωτῆρα(!) κατὰ τὸν νόμον Λυκόφρων̣ | |
| Ἁγήτα Βουκατιεύς. μάρτυροι Κρατιάδας, Ὑβρίλαος | |
| Βουκατιεῖς, Ἀρίσταρχος, Στρατόλαος Βουκατιεῖς, | |
| 10 | Λύκων, Λάμιος, Ξένων, Ἁγήσων Φίστυοι, Ἄλκηστις̣. |
| ἁ ὠνὰ κεῖται παρὰ Ξένωνα Φίστυον. |