[ ]
Aitolia — Phistyon — after 170 BC
| 1 | ἀγαθᾶι τύχαι. στ̣[ραταγέ]ον̣[το]ς |
| Τεισίππου Τριχονίο̣[υ τὸ πρ]ῶτον μηνὸς | |
| Διονυσίου ἀπέδοτο Ἐ̣λ̣[πί]ν̣ας Πρόσχηος | |
| Ἀφροδίται Συρίαι Φιστυΐδι σῶμα ἀνδρῆον | |
| 5 | ἐπ’ ἐλευ<θ>ερίαι, Πολύκλειτον, τὸ γένος Ἄραψ, |
| τιμᾶς ἀργυρίου ΜΜΜ. βεβαιωτῆρες κα- | |
| τὰ τὸν νόμον Εὔαρχος Ἀντάγρου Βου- | |
| κατιεύς, Φαινέας Ἀνδρεάτας, Λύκος | |
| Φ̣ίστυος. μάρτυροι Θεόμναστος, Ἐχέ- | |
| 10 | [λ]αος Φίστυοι, Ἀριστέας Ἀνδρεάτας. |
| ἐπὶ ἀρχόντων Ξένωνος, Νικιάδα, Νικο- | |
| λέωνος Φιστύων. ἁ ὠνὰ παρὰ Ἀγέλοχον | |
| Ἀρσ%⁸⁰ινοῆ, παρὰ Εὔαρχον Νικιάδα Βουκατιεῖ. |