[ ]
Aitolia — Phistyon — after 170 BC
1 | [στραταγέοντος] Τ̣ριχᾶ Στρατίου μηνὸς Λοφριαίου, ἀρχόντων |
[δ]ὲ ἐπὶ̣ π̣ό̣λ̣ι̣ο̣ς̣ ἐ̣ν̣ Φ̣ι̣στύοι Αἰσχρίωνος, Φιλολάου, ἱαροφυλάκων | |
δὲ Ἁγήσωνος, Θεομνάστου ἀπέδοτο Δάμαρχος Ἀγρεινιεὺς Ἀφρο- | |
δίται Συρίαι Φιστυΐδι σῶμα γυναικεῖον, ἇι ὄνομα Κανθάρα, τιμᾶς | |
5 | ἀργυρίου ΜΜΜ. βεβαιωτῆρες κατέ̣στασε Εὔαρχον, Φιλόξ̣ενον Βουκα- |
τιεῖς. μάρτυροι Μενεκράτης, Ἀλεξομενός, Κυδρίων Βουκατιεῖς, | |
Ἀνδρόβολος Φιλωταιεύς, Νίκαρχος, Λάμιος, Γαιόμαχος, Ἀνδρίων, | |
Τριχᾶς, Νίκανδρος, Ἐπίνικος, Σκορπίων, Ἀντιλέων, Νίκων Δαιᾶνες, | |
Λυκ̣ίδας Στράτιος. τὰν ὠνὰν φυλάσσει Ἁγήσων Φίστυος. |