[ ]
Aitolia — Phistyon — after 170 BC
1 | ἀγαθᾶι τύχαι. στραταγ̣έοντος Ἀ[ντόχου] |
Ὀαξίου μηνὸς Ἱπποδρομίου, ἐπὶ ἀρχό̣[ντων] | |
Τιμαίου, Κριτολάου Φιστύων ἀπέδον̣[το Ἀν]- | |
τίοχος Ἁγησαγόρα, Πορροίτας, Ἀνδρίων̣ [Βουκα]- | |
5 | τιεῖς τᾶι Ἀφροδείται τᾶι Συρίαι Φιστυΐδι σώ̣[μα]- |
τα γυναικεῖα δύο, τὸ γένος οἰκογενῆ, αἷς ὀνό̣[μα]- | |
τα Σείμα κα<ὶ> Βούβα, τειμᾶς ἀργυρίου ΜΜΜΜ ἐπ̣’ [ἐλε]- | |
υθερίαι. βεβαιωτῆρες κατέστασαν Ὑβρίλαον, Ἁγή̣[σ]- | |
ανδρον Βουκατιεῖς. μάρτυροι Δικαίαρχος, Ἁγήσ̣[αν]- | |
10 | δρος, Ὑβρίλαος, Ἀρίσταρχος, Κυδρίων, Διοκλῆς, Κ․․- |
λίνδιος, Νεικόδαμος Βουκατιεῖς, Ἐχέλαος Φίστ[υ]- | |
ος, Φερένικος Δάρδεος. τᾶς ὠνᾶς ἀντίγραφα κεῖν- | |
ται παρὰ Ἀρίσταρχον Βουκατιῆ, Ἁγήσωνα Φίστυον. |