[ ]
Aitolia — Phistyon — not bef. 184/3 BC
1 | ἀγαθᾶι τύχαι. στραταγέοντος Νι- |
κάνδρου τοῦ Βίττου Τριχονίου τὸ πρῶτον, | |
ἀρχόντων δὲ ἐπὶ πόλιος ἐν Φιστύοι Ἁγή- | |
σωνος, Νεάνδρου, Τιμαίου Φιστύων, | |
5 | μηνὸς Λαφριαίου ἀπέδοντο Εὔαρχος, Νι- |
κιάδας, Δικαιόπολις, Ἀρχέπολις, Ἁγησίπο- | |
λις Βουκατιεῖς Ἀφροδείται τᾶι ἐξ Ἱαριδᾶν Φισ- | |
τυΐδι σῶμα γυναικεῖον, ἇι ὄνομα Βεβαία, τὸ | |
γένος οἰκογενής, ἐπ’ ἐλευθερίαι τιμᾶς ἀρ- | |
10 | γυρίου 𐅇 {⁸5 minae}⁸. βεβαιωτῆρες κατέστασε κατὰ τὸν νό- |
μον Ἁγήταν Ψυλλίωνος Βουκατιῆ, Ἁγήσωνα Φαλακρί- | |
ωνος Φίστυον. μάρτυροι v Τίμαιος, Φάλακρος, Ἁγήσανδρος, | |
Νέανδρος Φιστυοι, Φιλόξενος, Ἁγήσων, Ἀνδρίων, Δάμαρχος, | |
Ἁγήσων vv Βουκατιεῖς, Δαμόκριτος Φιλωταιεύς, Δρωπίνα | |
15 | {²vac.}² Πελήιος. |