[ ] Aitolia — Thermos — 300-250 BC
            <⁴Ἀχ>⁴(αιῶν)(?)
1 ἀγαθῆι τύχηι. τὸ κοινὸν τῶν Αἰτωλῶν ἔδ[ωκεν]
Ἀ̣φθονή%⁸⁰τωι Χαρ<ι>δήμου καὶ τοῖς υἱοῖς̣ [αὐτοῦ]
[Π]ολυστράτωι, Ἀναξάνδρωι, Χα̣ρ̣ιδήμ̣[ωι]
[π]ρ̣οξενίαν, ἰσοπολιτείαν, ἀσφ̣άλεια[ν, ἀσυ]-
5 λίαν καὶ πολέμου καὶ εἰρήνης αὐτῶι [καὶ ἐγγό]-
ν̣οις καὶ κατὰ γῆν καὶ κατὰ θάλασσα[ν καὶ]
ἔκκτησ̣ιν {²⁶ἔγκτησιν}²⁶ καὶ γῆς καὶ οἰκίας καὶ τἆλ[λα, ὅσ]-
α καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐε[ργέ]-
ταις δίδοται, Ἀχαιοῖς ἀπὸ Φθίας ἐξ Αἰ․c.3․-
10 ρων. βουλαρχούντων Φύσκου Ναυπακτίο̣[υ, ․2-3․]-
μ̣αδέα Ϝαξ<ί>ου, Στρατάγου Φυταιέως, Καλλ[ία Ἡρα]-
κλειώτα, γραμματεύοντος Μνασιμά[χου]
Ο̣[ἰ]ναί{ι}ου. {²⁶Οἰναίου}²⁶ ἔγγυος τῆς π̣ροξενίας Πολέ[μαρ]-
χος ἐξ Ὑποσιρίας.
Search Help
Contact Us