[ ]
Aitolia — Thermos — 194-179 BC
Front.a.1 | [․․c.8․․․ Ν]ικ̣άνδρου {²vac.}² |
[ c.5 ἐπ]όησε. | |
2a | {²intervallium c. 0.02m}² |
b.3 | [στραταγ]έ̣οντος Εὐπολέμου Ὑπαταίου προξενίαν Α̣ἰτωλο̣[ὶ] |
[ἔδ]ω̣καν κατὰ τὸν νόμον Λυσικλεῖ Φαίδρου Ἀθηναίοι. ἔγ̣γυοι | |
5 | Β̣ουθήρας, Δαμοκλέας Ὑπαταῖοι. {²vac.}² |
5a | {²intervallium c. 0.06m}² |
c.6 | στραταγέοντος Ἀγελάου Ναυπακτίου̣ τὸ |
δεύτερον, ἱππαρχέοντος Πολεμάρχου Θυ- | |
ρισκαίου, γραμματεύοντος Σκόπα Τριχονέος | |
ἔδοξε τοῖς Αἰτωλοῖς· ἐπειδὴ Μάγνητες̣ οἱ ἀ- | |
10 | πὸ Μαιάνδρου ἀποστείλ̣α̣ντες πρεσβευτ̣ὰν {²⁶πρεσβευτὰς}²⁶ |
Μνασιπτόλεμον καὶ Ἱππόνικον τάν τε οἰκει̣ότα- | |
τα τὰν ποτὶ τ̣ὸ ἔθνος ἀνενεώσαντο καὶ τὰν εὔ̣- | |
νοιαν ἐνεφάνιξαν, ἃν ἔχοντι ποτὶ τὸ κοινὸν̣ | |
τῶν Αἰτωλῶν Μάγνητες, δεδόχθαι τάν τε̣ φιλί- | |
15 | αν τὰν ποτ’ αὐτοὺς διαφυλάσσειν καὶ τὰν π̣όλι- |
ν αὐτῶν καὶ τὰν χώραν ἱαρὰν καὶ ἄσυλον εἶμεν, καθότι οἱ | |
πρεσβευταὶ ἐπαγγέλλοντι, καὶ μηθενὶ ἐξουσίαν εἶμε̣ν | |
Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι κατοικεόντων ἄγε̣[ι]ν | |
μηθένα ἐκ τᾶς χώρας τᾶς Μαγνήτων μηδαμόθεμ̣ ὁρμω- | |
20 | μένους μήτε κατὰ γᾶν μήτε κατὰ θάλασσαν. εἰ̣ δ̣έ τίς |
κ̣α ἄγηι, τὰ μὲν ἐμφανέα ἀναπράσσειν ἀεὶ τὸν στ̣ρατα- | |
γὸν τὸν ἔναρχον, τῶν δὲ ἀφανέων το<ὺ>ς συνέδρους κατα- | |
δικάζοντας ζαμίαν, ἅν κα δοκιμάζωντι, ὡς τὰ κοινὰ | |
βλαπτόντων καὶ ἐκπράσσοντας τὰς καταδίκας καὶ ἀποδι- | |
25 | δόντας τοῖς ἀδικουμένοις κυρίο<υ>ς εἶμεν. δεδόσθαι δὲ αὐτοῖς |
καὶ ψᾶφον ἱερομναμονικὰν ἐν τοὺς Ἀμφικτύονας. τὸ δὲ ψάφισμα τό- | |
δε ἀναγράψαι καὶ ἀναθέμεν ἐν Θέρμον καὶ ἐν Δελφούς. | |
Right.d.27a | {²incertum quot versus fractura perierint}² |
28 | μ̣ο̣ν̣ κ̣α̣ὶ Αἰτ̣ω̣[λοὺς ἐπήινεσαν καὶ ἐστεφάνωσαν χρυσῶι στεφάνωι ἀπὸ δραχμῶν {²⁷στατήρων?}²⁷ δια]- |
κοσίων καὶ ἐψα[φίξαντο ὑπάρχειν Αἰτωλοῖς τάν τε πολιτείαν καὶ τὰ ἄλλα πάντα] | |
30 | τίμια φανερὰν ποιοῦν[τες, ἃν ἔχοντι εὔνοιαν ποτὶ τὸ κοινὸν τῶν Αἰτωλῶν· δεδό]- |
χθαι τόν τε στέφαν[ον, ὃν ἐψαφίξαντο Μάγνητες, ἀποδέξασθαι καὶ τὰν πολιτείαν] | |
τὰν ἀναγγελλομέν[αν ὑπὸ τῶν πρεσβευτᾶν. ἐπαινέσαι δὲ Μάγνητας καὶ εἶμεν αὐ]- | |
τοὺς Αἰτωλοὺς ἴσου[ς καὶ ὁμοίους καὶ δεδόσθαι αὐτοῖς τὰ ἄλλα πάντα, ὅσα καὶ αὐ]- | |
τοὶ δεδώκαντι Αἰτ[ωλοῖς — — — — — —] | |
35 | Αἰτωλοὶ ποιῶνται ὑ[πὲρ — — — — — — Αἰτωλῶν τὸν στραταγὸν ἀεὶ τὸν ἔ]- |
ναρχον καὶ Μαγνή[των τοὺς ἄρχοντας(?) — — — — — —] | |
τὰς προγεγενημέν̣[ας — — — — — —] | |
ἐν τοὺς φίλους τοὺς Α̣[ἰτωλῶν(?) — — — — — —]Ι[— — — τὸν] | |
βασιλῆ Φίλιππον ἐπιμ̣[— — — — — — — — — —]εν̣[— — — Ἀμ]- | |
40 | φισσέων. καταχωρίξα[ι δὲ ἐν τοὺς νόμους καὶ τόδε τ]ὸ ψάφισ̣[μα καθὼς τὸ ἄλλο τὸ ἐπὶ] |
στραταγέοντος Ἀγε[λάου τὸ δεύτερον γεγενημένο]μ περὶ Μ[αγνήτων. ἔστω δὲ ἁ ἀνα]- | |
γραφὰ ἔν τε Δελφούς, [ὅπου καὶ αἱ πρότεραι εὐεργεσ]ίαι, ἔν τ̣[ε Θέρμον ὡσαύτως]. | |
{²vac.}² {²vac.}² |