[ ]
Aitolia — Thermos — ca. 262 & ca. 235-232 BC
A.1 | συνθήκα καὶ συμμαχία |
Αἰτωλοῖς καὶ Ἀκαρνάνοις. | |
ἀγαθᾶι τύχαι. συνθήκα Αἰτωλοῖς καὶ Ἀκαρνάνοις ὁμόλογος· εἰρήναν | |
εἶμεν καὶ φιλίαν ποτ’ ἀλλάλους, φίλους ἐόντας καὶ συμμάχους ἄμα- | |
5 | τα τὸμ πάντα χρόνον, ὅρια ἔχοντας τᾶς χώρας τὸν Ἀχελῶιον ποταμ- |
ὸν ἄχρι εἰς θάλασσαν. τὰ μὲν ποτ’ ἀῶ τοῦ Ἀχελώιου ποταμοῦ Αἰτωλῶν εἶμεν, τὰ δὲ | |
ποθ’ ἑσπέραν Ἀκαρνάνων πλὰν τοῦ Πραντὸς καὶ τᾶς Δεμφίδος. ταύτας δὲ Ἀκαρνᾶν- | |
ες οὐκ ἀντιπο̣ιοῦνται. ὑπὲρ δὲ τῶν τερμόνων τοῦ Πραντός, εἰ μέγ κα Στράτιοι καὶ Ἀγραῖ- | |
οι συγχωρέωντι αὐτοὶ ποτ’ αὐτούς, τοῦτο κύριον ἔστω· εἰ δὲ μή, Ἀκαρνᾶνες καὶ Αἰτωλοὶ | |
10 | τερμαξάντω τὰμ Πραντίδα χώραν, αἱρεθέντας(!) ἑκατέρων δέκα πλὰν Στρατίων καὶ Ἀγρα<ί>- |
ων· καθὼς δέ κα τερμάξωντι, τέλειον ἔστω. εἶμεν δὲ καὶ ἐπιγαμίαν ποτ’ ἀλλάλους καὶ γ- | |
ᾶς ἔγκτησιν τῶι τε Αἰτωλῶι ἐν Ἀκαρνανίαι καὶ τῶι Ἀκαρνᾶνι ἐν Αἰτωλίαι καὶ πολίταν εἶμε- | |
ν τὸν Αἰτωλὸν ἐν Ἀκαρνανίαι καὶ τὸν Ἀκαρνᾶνα ἐν <Α>ἰτωλίαι ἴσογ καὶ ὅμοιον. ἀναγραψάν- | |
τω δὲ ταῦτα ἐν στάλαις χαλκέαις ἐπ’ Ἀκτίωι μὲν οἱ ἄρχοντες τῶν Ἀκαρνάνων, ἐν δὲ Θέρμ- | |
15 | ωι τοὶ ἄρχοντες τῶν Αἰτωλῶν, ἐν Ὀλυμπίαι δὲ καὶ ἐν Δελφοῖς καὶ ἐν Δω[δ]ώναι κοινᾶι ἑκάτ- |
εροι. ἐπὶ ἀρχόντων ἐμ μὲν Αἰτωλίαι στραταγέοντος Πολυκρίτου Καλλιέος τὸ δεύτε- | |
ρον, ἱππαρχέοντος Φίλωνος Πλευρωνίου, γραμματεύοντος Νεοπτολέμου Ναυπακτίου, | |
ἐπιλεκταρχεόντων Λαμέδωνος Καλυδωνίου, Ἀριστάρχου Ἐρταίου, Λέωνος Κα- | |
φρέος, Καλλία Καλλιέος, Τιμολόχου Ποτειδανιέος, Παμφαΐδα Φυσκέος, Σίμου | |
20 | Φυταιέος, ταμιευόντων Κυδρίωνος Λυσιμαχέος, Δωριμάχου Τριχονίου, Ἀρίστ- |
ωνος Δαιᾶνος, Ἀριστέα Ἰστωρίου, Ἁγήσωνος Δεξιέος, Τιμάνδρου Ἐριναῖος(!), | |
Ἀγρίου Σωσθενέος, ἐν δὲ Ἀκαρνανίαι στραταγῶν Βυνθάρου Οἰνιάδα, Ἐπιλ- | |
άου Δηριέος, Ἁγήσωνος Στρατίου, Ἀλκέτα Φοιτιᾶνος, Ἀλκίνου Θυρρείου, Θέων- | |
ος Ἀνακτοριέος, Πολυκλέος Λευκαδίου, ἱππαρχέοντος Ἱππολάου Οἰνιάδα, | |
25 | γραμματεύοντος Περικλέος Οἰνιάδα, ταμία Ἀγε<λ>άου Στρατικοῦ. |
συμμαχία Αἰτωλοῖς καὶ Ἀκαρνάνοις ἄματα τὸμ πάντα χρόνον. | |
εἴ τίς κα ἐμβάλληι εἰς τὰν Αἰτωλίαν ἐπὶ πολέμωι, βοαθοεῖν τοὺς | |
Ἀκαρνᾶνας πεζοῖς μὲν χιλίοις, ἱππεῦσι δὲ ἑκατόν, οὕς κα τοὶ ἄρχοντε- | |
ς πέμπωντι, ἐν ἁμέραις ἕξ. καὶ ε%⁸⁰ἴ τις ἐν Ἀκαρνανίαν ἐμβάλλοι ἐπὶ πολέμωι, | |
30 | βοαθοεῖν Αἰτωλοὺς πεζοῖς μὲν χιλίοις, ἱππέοις δὲ ἑκατὸν ἐν ἁμέραις ἕξ, οὕς |
κα τοὶ ἄρχοντες πέμπωντι. εἰ δὲ πλειόνων χρείαν ἔχοιεν ἅτεροι πότεροι, | |
βοαθοούντω τρισχιλίοις ἑκάτεροι ἑκατέροις ἐν ἁμέραις δέκα. τᾶς δὲ βοαθοίας τ- | |
ᾶς ἀποστελλομένας ἔστω τὸ τρίτομ μέρος ὁπλῖται. πεμπόντω δὲ τὰμ βοάθο̣ιαν | |
ἐγ μὲν Ἀκαρνανίας οἱ στραταγοὶ τῶν Ἀκαρνάνων καὶ οἱ σύνεδροι, ἐγ δὲ Αἰτωλίας | |
35 | οἱ ἄρχοντες τῶν Αἰτωλῶν. σιταρχούντω δὲ τοὺς ⌊ἀπ⌋οστελλομένους στρατιώτ- |
ας ἑκάτεροι τοὺς αὐτῶν ἁμερᾶν τριάκοντ⌊α. εἰ δὲ πλεί⌋ονα χρόνον ἔχοιεν τᾶς βοα- | |
θοίας χρείαν οἱ μεταπεμψάμενοι τ⌊ὰμ βοάθοια⌋ν, διδόντω τὰς σιταρχίας, ἔστε κα | |
ἐν οἶκον ἀποστείλωντι τοὺς ⌊στρατιώ⌋τας. σιταρχία δ’ ἔστω τοῦ πλείονος χρόν- | |
ου τῶ[ι ἱππεῖ στα]τὴρ Κορίν⌊θιος τᾶς⌋ ἁμέρας ἑκάστας, τῶι δ̣ὲ̣ τὰμ πανοπλίαν ἔχο- | |
40 | [ντι δύο δραχμαί], τῶι δὲ τὸ̣ ⌊ἡ̣μιθωρ⌋άκιον ἐννέ’ ὀβολοί, ψιλῶ̣ι ἕπτ’ ὀβολοί. ἁγείσθων |
[δὲ ἐμ μὲν Αἰτω]λ̣ί<α>ι οἱ Αἰ⌊τωλο⌋ί̣, ἐν δὲ Ἀκ̣αρνανίαι οἱ Ἀκαρν̣ᾶνε̣[ς ․․5․․]#⁷οι δὲ μ- | |
— — —c.18— — —#⁷ΜΕΝ̣— — — — — — — —ΙΤΑΕΚ | |
— — —c.16— — —Ν̣ΤΩ̣ΝΟΙΜ̣Ε̣— — — — — —Ε̣ΣΤΟΙΣ | |
— — —c.22— — —Π̣Ε— — — — — — — — — — —ΙΝ | |
45 | — — — — — — — — — — — — — — — — — — —#⁷ |
B.1 | στραταγέοντος Χαριξένου τὸ τέταρτον. |
κρῖμα γαϊκὸν Στρατικοῦ τέλεος. τάδε | |
ἔκριναν Θυρρείων οἱ γαοδίκαι· ὅρια τᾶς χώ- | |
ρας Οἰνιά<δ>αις ποτὶ Ματροπολίταις τὸ δια̣- | |
5 | τίχισμα {²⁶διατείχισμα}²⁶ καὶ ἀπὸ τοῦ διατειχίσματος |
εὐθυωρίαι διὰ τοῦ ἕλεος εἰς θάλασ<σ>αν. | |
ἀναγραψάτω δὲ τὸ κρῖμα v πόλις τῶν Ο[ἰ]- | |
νιαδᾶν, πόλις τῶν Ματροπολιτᾶν ἐν | |
Θέρμωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ<λ>ωνος. | |
10 | {²vac.}² |