[ ] Ionian Isl. — Kerkyra — 2nd c. AD
1              Βασιλείδης ἐτῶν κγʹ
             ❦ ἥρως χαῖρε.
[εἰ, φίλε], πυνθάνεαι, τίς ἔφυν, ξένε, τίς δε ἐγενήθην,
[ὦ] παροδεῖτα, μάθε στὰς ὀλίγον πρὸ τάφων.
5 γεννᾷ μὲν Γλαῦκός με πατήρ, τίκτει δέ με μήτηρ
  Χρυσογόνη, καί μευ δύσμορος οὐκ ὄνατο·
τηλόθι γὰρ πάτρης Βειθυνίδος ὤλεσα θυμὸν
  ναυτιλίῃ λυγρῇ νηΐ τ’ ἐμῇ πίσυνος·
κεῖμαι δ’ ἐν Σχερίῃ παρὰ θεῖν’ ἁλὸς ἠνεμόεσσαν
10   ὕστατα λυγρὸν ἐμοὶ δερκόμενος πέλαγος.
Search Help
Contact Us