[ ]
Ionian Isl. — Kerkyra — 2nd c. AD
| 1 | Βασιλείδης ἐτῶν κγʹ |
| ❦ ἥρως χαῖρε. | |
| [εἰ, φίλε], πυνθάνεαι, τίς ἔφυν, ξένε, τίς δε ἐγενήθην, | |
| [ὦ] παροδεῖτα, μάθε στὰς ὀλίγον πρὸ τάφων. | |
| 5 | γεννᾷ μὲν Γλαῦκός με πατήρ, τίκτει δέ με μήτηρ |
| Χρυσογόνη, καί μευ δύσμορος οὐκ ὄνατο· | |
| τηλόθι γὰρ πάτρης Βειθυνίδος ὤλεσα θυμὸν | |
| ναυτιλίῃ λυγρῇ νηΐ τ’ ἐμῇ πίσυνος· | |
| κεῖμαι δ’ ἐν Σχερίῃ παρὰ θεῖν’ ἁλὸς ἠνεμόεσσαν | |
| 10 | ὕστατα λυγρὸν ἐμοὶ δερκόμενος πέλαγος. |