[ ]
Ionian Isl. — Kerkyra — end 2nd/beg. 3rd c. AD
1 | [δ]αίμονες ἀθάνατοι πολλοὶ κατ’ Ὀλύμπιον ἕδρην, |
ἀλλὰ θεὸς τούτων ἐστὶ πατὴρ ὁ μέγας, | |
ὃς κόσμον διέταξε, Σελήνην νυκτὶ κελεύσας | |
πείθεσθαι, Τειτᾶνα ἡμεριναῖς χάρισι. | |
5 | ᾧ π<ε>ισθεῖσα δέμας μὲν ἐπὶ χθονός, ἧς ἀπετέχθην, |
λείπω, τὴν ψυχὴν δ’ ἀθανάτην ἔλαχον. | |
ἐν γαίῃ μὲν σῶμα τὸ συνγενές, οὐράνιος δὲ | |
ἤλυθεν ἡ ψυχὴ δῶμα κατ’ οὐ φθίμενον. | |
κεῖται μὲν γαίῃ φθίμενον δέμας, ἡ δὲ δοθεῖσα | |
10 | ψυχή μοι ναίει δώματ’ ἐπουράνια. |
ἀθάνατος ψυχὴ τὰ μὲν οἰκία τῶν ἐν Ὀλύμπῳ | |
ναίω, σῶμα δ’ ἐμὸν γαῖα φέρει φθίμενον. | |
ἓν μὲν ὑπ’ ἀνκαλίσιν φέρομαι τέκνον ἑνδεχ[έτηρον] | |
Εὐόδῳ ὃς πόσις ἦν ὁππότ’ ἔναιε δόμους· | |
15 | τεσσαρακονταετὴς δὲ πρὸς οὐρανὸν ἀστερόεντα |
ἤλυθον, ἐν γαίῃ σῶμ’ ἐμὸν ἐνθεμένη. |