IG IX,1 880
[ ] Ionian Isl. — Kerkyra — 1st c. BC/1st c. AD
1 ὁδῖτα, βαιὸν σάματι σταθεὶς πάρα
μάθοις κεν ἀτρέκειαν. ἴσθι δ’ ὡς πατρὸς
Ἀθηνίωνος οὑν ταφῇσι κλῄζεται
καὶ Μνασέαν αὔδασον οὔνομ’ ἄφθιτο[ν],
5 καὶ γνῶθι μύθους οἷς σοφῶς ἐτέρπετο
ἇι μὲν τὰ κόσμου σεμνὰ καὶ δι’ ἀστέρων
δι[ῆλθ]ε τὰν πυρωπὸν αἰθεροδρόμω[ν]
[κέλευθον, ᾇ δὲ] καὶ γεωμόρον τέχναν
γραμμαῖσιν ἰχνεύτειραν· εὖ <δ’ ἀ>είν<α>ον̣
10 κατεῖδ’ Ὁμήρου δέλτον, ἇς ἐνὶ πτυχαῖς
ὁ <τρ>ιπλανάτας ἐστὶ Λαρτίου γόνος
καὶ μῆνις ἁ <β>αρ<ε>ῖα· τῶν ἐπ’ ἀτρεκὲς
δα<εὶς> ἁπάντων ἐσθλὸν ἄρατο κλέος·
νέ[ο]ν δ’ ἐν ἀκμᾶι κοῦρον, ὧι πόρεν τέχναν
15 <σ>υνευν[έτιν τ’ ἔλειψε. τε]τρώκοντα δὴ
ὑπ’ ἀλίωι πλειῶνας εἰσιδὼν φάος
ποθεινὸς ἀστοῖς τάνδ’ ὑπήλυθε χθόνα.
Search Help
Contact Us