[ ]
Ionian Isl. — Kerkyra — beg. 1st c. BC?
1 | [ξε]ῖνε, τίς εἶ; Ζήνων. πατρὸς τίνος; Ἡλιοδώρ̣ου̣. |
εἶ σύ γ’ ὃν ἠϊθέων Δῆλος ἔφερβε θάλος; | |
κεῖνος, ἐφ’ ὧι καὶ πέτρος ἁλιξάντωι παρὰ τύμβωι | |
δακρύει γοεροῦ θρῆνον ἱεὶς στόματος. | |
5 | δ̣μ̣η[θ]εὶς γὰρ νούσῳ τὸν ἀλάμπετον ἦλθον ὑφ’ ᾅδην |
δισσὰς ἒξ ἐτέων πλησάμενος δεκάδας. | |
δύστηνοι γενέται, Ζήνων, σέθεν οἷσι λέλοιπας | |
ἄλγεα καὶ κωφοῦ ψυχρὸν ἄγαλμα τάφου. |