[ ] Ionian Isl. — Kerkyra — beg. 1st c. BC?
1 [ξε]ῖνε, τίς εἶ; Ζήνων. πατρὸς τίνος; Ἡλιοδώρ̣ου̣.
  εἶ σύ γ’ ὃν ἠϊθέων Δῆλος ἔφερβε θάλος;
κεῖνος, ἐφ’ ὧι καὶ πέτρος ἁλιξάντωι παρὰ τύμβωι
δακρύει γοεροῦ θρῆνον ἱεὶς στόματος.
5 δ̣μ̣η[θ]εὶς γὰρ νούσῳ τὸν ἀλάμπετον ἦλθον ὑφ’ ᾅδην
  δισσὰς ἒξ ἐτέων πλησάμενος δεκάδας.
δύστηνοι γενέται, Ζήνων, σέθεν οἷσι λέλοιπας
  ἄλγεα καὶ κωφοῦ ψυχρὸν ἄγαλμα τάφου.
Search Help
Contact Us