[ ]
Ionian Isl. — Kerkyra — beg. 1st c. BC?
| 1 | [ξε]ῖνε, τίς εἶ; Ζήνων. πατρὸς τίνος; Ἡλιοδώρ̣ου̣. |
| εἶ σύ γ’ ὃν ἠϊθέων Δῆλος ἔφερβε θάλος; | |
| κεῖνος, ἐφ’ ὧι καὶ πέτρος ἁλιξάντωι παρὰ τύμβωι | |
| δακρύει γοεροῦ θρῆνον ἱεὶς στόματος. | |
| 5 | δ̣μ̣η[θ]εὶς γὰρ νούσῳ τὸν ἀλάμπετον ἦλθον ὑφ’ ᾅδην |
| δισσὰς ἒξ ἐτέων πλησάμενος δεκάδας. | |
| δύστηνοι γενέται, Ζήνων, σέθεν οἷσι λέλοιπας | |
| ἄλγεα καὶ κωφοῦ ψυχρὸν ἄγαλμα τάφου. |