[ ]
Ionian Isl. — Kerkyra — beg. 1st c. BC?
1 | βαιὸν ὁρῇς, ὦ ξεῖνε, τόδ’ ἠρίον, ἀ[λλὰ μάλ’ εἰπὼν] |
τῶι κατὰ γῆς χαίρειν Νικομάχ[ῳ πάριθι]· | |
Ῥηνείη{ι}, σὺ δὲ κῦδος ἐν ἄλλω[ι ζήτεε, γαία]- | |
ς | τὸν δορὶ καὶ βουλᾶι πρόφρον[ι κλεινότατον] | |
5 | κευθούσης ἀλόχου Νίκης μέ[τα σύν τε θυγατρί], |
Ζωσίμη ἧς ὄνομ’ ἦν· ἃς ἐτρύγη̣[σ’ Ἀΐδας], | |
τὰν μὲν ἔτ’ ἐκ τοκετοῖο κακὰς [ὠδῖνας ἔχουσαν] | |
τὰν [δ]ὲ νόσωι στυγερᾶι χρ[ιμψαμέναν πρὸ μόρου]. | |
κα[ὶ πάτραν] βουλαῖσιν ἰσόφρον[ος εὐθυντῆρος] | |
10 | [Ῥηνείην με]λέαν εἴδομεν α[ὐξομέναν]. |
[ψυχὰ δ’ αἰθερ]ίοισι μετάρσι[ος ἀΐξασα] | |
[πτήμασιν εἰς οἴκους ε]ὐσεβέων [ἀνέβα]. |