[ ] Ionian Isl. — Kerkyra — 3rd/2nd c. BC
1          Φιλίστιον [χαῖρε].
δοιαὶ μὲν δεκάδες σε τελειοτόκων ἐνιαυτῶν
  ἤδη καὶ τριτάτου κύκλος ἐπεῖχεν ἔτευς,
μισγομένα{ν} φθιμένοισι, Φιλίστιον, ἁνίκα πέ[νθος]
5   ματρὶ πολυθρήνωι κάλλιπες Ἁρπαλίδι·
δῶμα δ’ Ἀριστάνδροιο λελονχότος ἄκριτον ἅιδαν̣
  καὶ τέκεα κρυερᾶι θῆκας ἐν ὀρφανίαι.
Ἀγῆνος κλυτὸν αἷμα, σὲ δ’ ὕστατον ὕπνον ἑλο[ῦσαν]
  πικρὸς ὅδε ζοφερᾶι τύμβος ἔδεκτ[ο κόνει].
Search Help
Contact Us