[ ] Ionian Isl. — Kerkyra — 625-600 BC
1 #⁵⁶ ℎυἱοῦ Τλασίαϝο Μενεκράτεος τόδε σᾶμα
Οἰανθέος γενεάν. τόδε δ’ αὐτο͂ι δᾶμος ἐποίει· ⋮
ἐ͂ς γὰρ πρόξενϝος δάμου φίλος· ἀλλ’ ἐνὶ πόντοˉι
ὄˉλετο, δαμόσιον δὲ καϙὸ[ν πένθησαν ℎάπαντες].
5 Πραξιμένης δ’ αὐτο͂ι γ[αίας] ἀπὸ πατρίδος ἐνθὸˉν ⋮
σὺν δάμοˉι τόδε σᾶμα κασιγνέτοιο πονέˉθεˉ. ⋮
Search Help
Contact Us