[ ] Ionian Isl. — Kerkyra — bef. 229 BC
I.1 ἐπὶ σωτηρίαι. πρυτανεύοντος Ἀριστομένεος, μηνὸς Μα-
χανέος τετάρτῃ ἐπὶ εἰκάδι, Ἀριστομένης Ἀριστολαΐδα
<Ὑλ>λεὺς δίδωτι τᾷ πόλει τῶν Κορκυραίων εἰς τὰν τῶν
τεχνιτᾶν μίσθωσιν τῶι Διονύσωι ἀργυρίου Κορινθίου
5 μνᾶς ἑξήκοντα. δίδωτι δὲ καὶ Ψύλλα{ς} Ἀλκίμου Ὑλλὶς
τᾶι πόλει τῶν Κορκυραίων εἰς τὰν τῶν τεχνιτῶν μίσθω-
σιν τῶι Διονύσωι ἀργυρίου Κορινθίου μνᾶς ἑξήκοντα.
ἑλέσθω δὲ ἁ βουλὰ ἑκαστάκις εἰς ἐνιαυτὸν τοὺς ἐκδα-
ν<ε>ισοῦντας τὸ ἀργύριον ἄνδρας τρεῖς τοὺς δυνατωτάτους
10 χρήμασιν. ἁ δὲ ἐκδάνεισις καὶ ἀνάπραξις τοῦ ἀργυρίου γι-
νέσθω καὶ ἁ λοιπὰ διοίκησις, καθώς κα δοκῆι βουλᾶι κα-
λῶς ἔχειν. ὡς δέ κα{ι} γένωνται τοκιζόμεναι μναῖ ἑκατὸν
ὀγδοήκοντα καὶ ἐκδανεισθῶντι αἱ ἑκατὸν ὀγδοήκοντα
μναῖ, παρελθόντος ἐνιαυτοῦ μετὰ τὸ ἐκδαν<ε>ισθῆναι τὰς
15 ἑκατὸν ὀγδοήκοντα μνᾶς ἀποστειλάτω ἁ πόλις κατὰ τὸν τοῦ
ἀγωνοθέτα νόμον ἐπὶ τὰν τῶν τεχνιτᾶν μίσθωσιν καὶ ἀγέ-
τω τὰ Διονύσια ἀφ’ οὗ κ’ ἄρξ<ω>νται παρ’ ἅτερον ἐνιαυτόν, εἰ
μή τι διὰ πό<λεμον> ἀδύνατον γένοιτο βουλᾶς καὶ ἁλίας ὑπερθε-
μένας, ἀγέτω δὲ ἀπὸ Κορινθιᾶν μνᾶν πεντήκοντα ἀπὸ
20 τοῦ τόκου τῶν τριῶν ταλάντων μισθουμένα αὐλητὰς
τρεῖς, τραγωιδοὺς τρεῖς, κωμωιδοὺς τρεῖς, καὶ τὰ λοιπὰ
ποιούντω πάντα οἱ ἑκαστάκις ἐόντες ἄρχοντες, καθὼς
ὁ τοῦ ἀγωνοθέτα νόμος τάσσει. διδόσθω δὲ καὶ τὰ σιτη-
ρέσια τοῖς τεχνίταις τὰ ἔννομα ἀπὸ τοῦ τόκου χωρὶς
25 τᾶν πεντήκοντα μνᾶν. εἰ δέ τι κ’ ἀδύνατον γένοιτο διὰ
πόλεμον καὶ μὴ ἀποστείληι ἁ πόλις ἐπὶ τοὺς τεχνίτας ἢ
μὴ παραγένοιντο οἱ τεχνῖται, ἢ λίπηι τις τὸν ἀγῶνα, ἐκδα-
ν<ε>ιζέσθω καὶ τὸ λειφθὲν ἀργύριον πᾶν καὶ ὑπαρχέτω
τοκιζόμενον εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν· εἰ δὲ
30 δυνατοῦ ἐόντος καὶ μὴ ἐπικωλύοντος μηθενὸς μὴ ἀποστεί-
λαι ἁ πόλις ἐπὶ τοὺς τεχνίτας κατὰ τὰν περίοδον ἑκάσταν,
ἢ παραγενομένων τῶν ἐργολάβων μὴ μισθώσαιτο τοὺς τε-
χνίτας ἢ μὴ διδοίη τὸμ μισθὸν τὸν ὑπογεγραμμένον
ἢ τὰ σιτηρέσια τὰ ἔννομα, ἢ εἰς ἄλλο τι καταχρήσαιτο τὸ ἀργύ-
35 ριον καὶ μὴ εἰς τὰν τῶν τεχνιτῶν μίσθωσιν, Ἀριστομένεος
καὶ Ψύλλας ἐόντ<ω> τὰ δο<θ>έντα χρήματα πάντα ἢ τῶν ἐπινόμων
τῶν Ἀριστομένεος καὶ Ψύλλας. μάρτυρες· Μολώτας Γλαύκου, Σ-
ώσανδρος Θευδ<ώ>ρου, Προμαχίδας Μ<υ>ρτίλου.
II.39 πόθοδον ποιησαμένων Ἀριστομένεος τοῦ Ἀριστολαΐδα καὶ Ψύλ-
40 λας τ<ᾶς> Ἀλκίμου περὶ τοῦ ἀργυρίου οὗ ἔδωκαν τᾶι πόλει καὶ τῷ
Διονύσῳ εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν ἑκάτερος Κορινθί-
ας μνᾶς ἑξήκοντα, ἔδοξε τᾶι βουλᾶι, τὸ δοθὲν ἀργύριον παρὰ
Ἀριστομένεος καὶ Ψύλλας ἐκδανεῖσαι τοὺς αἱρεθέντας· ἑλέ-
σθαι δὲ τὰν βουλὰν τοὺς χειριξοῦντας τὸ ἀργύριον ἄνδρας
45 τρεῖς εἰς ἐνιαυτὸν τοὺς δυνατωτάτους χρήμασι, καὶ πλει-
ονάκις τοὺς αὐτοὺς διαλιπόντας ἔτη δύο, μὴ νεωτέρους
ἐτῶν τριάκοντα πέντε μηδὲ πρεσβυτέρους ἑ<β>δομήκον-
τα· αἱρεῖσθαι δὲ ἑκάστου ἐνιαυτοῦ μηνὸς Μαχανέος ἐμ βου-
λᾶι ἢ ἁλίᾳ· οἱ δὲ αἱρεθέντες ἐπ’ Ἀριστομένεος παραλαβόντες
50 τὸ ἀργύριον παρὰ Ἀριστομένεος καὶ Ψύλλας ἐγδανεισάντω
ἐμ μηνὶ δυωδεκάτωι καὶ Εὐκλείωι τῶι ἐπὶ Ἀριστομένεος,
προκαρύξαντες ἐν καρυκτᾶι μὴ μεῖον ἢ ἁμέρας πέντε,
χρηματίζοντες ποτὶ τοῖς ἁρμάτεσσι, μὴ πλείονος τόκου
δανείζοντες ἢ δύο δραχμᾶν τὸν μῆνα ἕκαστον τὰν μνᾶν
55 ἑκάσταν μηδ’ ἐλάσσονος, συναλλάσσοντ<ες> ὥς κ’ αὐτοὶ προ-
αιρῶνται, ὥστε τὸν πριάμενον ἀποδόμεν τό τε κεφάλαιον καὶ
τὸν τόκον ἐμ μηνὶ Εὐκλείωι τῶι μετὰ πρύτανιν Ἀριστομένη.
ἀναπράξαντες τό τε κεφάλαιον καὶ τὸν τόκον ἐν τῶι
Εὐκλείωι μηνὶ τῶι με<τ>’ Ἀριστομένη{ι} παραδόντω τοῖς
60 αἱρεθεῖσι εἰς τὸν ὑπ’ αὐτὰ ἐνιαυτὸν ἐπὶ τὰν χείρι-
ξιν τοῦ ἀργυρίου· οἱ δὲ παραλαβόντες χρηματιζόντ<ω> τὸ
ἀργύριον πᾶν ἐν τῶι Ἀρτεμιτίωι μηνὶ τῶι ἐφ’ αὑτῶν ποτὶ τοῖς
ἁρμάτεσσι προκαρύξαντες καὶ τὰ λοιπὰ πάντα ποιοῦν-
τες καθὼς καὶ τοὺς ἐπ’ Ἀριστομένεος αἱρεθέντας γέ-
65 γραπται· ὡσαύτως δὲ καὶ οἱ ἑκαστάκις αἱρεθέντες ποι-
ούντω. εἰ δὲ οἱ αἱρεθέντες ἐπὶ τὰν χείριξιν τοῦ ἀργυρί-
ου μὴ ποιήσαιέν τι τῶν γεγραμμένων, εἰ μὴ ἐκδα-
νείσαιεν τὸ ἀργύριον καθὼς γέγραπται δυνατοὶ ἐόν-
τες, ἀποτ<ε>ισάντω ἀργυρίου Κορινθίου μνᾶς τριάκοντα
70 καὶ τὸ κεφάλαιον ὅ κα παραλάβ[ω]ντι παραδόντω, εἰ δὲ
μή, διπλῆ ἀποτ<ε>ισάντω τὸ κεφάλαιον. περὶ δὲ τοῦ ἀδυ-
νάτου βουλὰ καὶ ἁλία ἐπιγινωσκέτω. εἰ δὲ ἐγδανεί-
σαντες μὴ ἀνπράξαιεν τὸ κεφάλαιον καὶ τὸν τόκον,
ἢ μὴ παραδοῖ<ε>ν <αὐ>τὸ τοῖς αἱρεθεῖσι, καθὼς γέγραπται,
75 ἀποτ<ε>ισάντω τό τε κεφάλαιον καὶ τὸν τόκον διπλῆ, ὁπό-
τερόν κα μὴ παραδ<ῶ>ντι. ἐπεὶ δέ κα γένωνται τοκιζό-
μεναι μναῖ ἑκατὸν ὀγδοήκοντα καὶ ἐγδανεισ<θ>ῶν-
τι αἱ ἑκατὸν ὀγδοήκοντα μναῖ, παρελθόντος ἐνιαυτοῦ
μετὰ τὸ ἐγδανεισθῆμεν τὰς ἑκατὸν ὀγδοήκοντα μνᾶς ἀπο-
80 στειλάντω οἱ ἄρχοντες ἐπὶ τὰν τῶν τεχνιτᾶν μίσθωσιν
κατὰ τὸν <τοῦ> ἀγωνοθέτα νόμον, καὶ τὰ λοιπὰ πάντα ποιούντω οἱ ἑ-
καστάκις ἄρχοντες καθὼς ἐν τ<ᾶι> δ<ό>σει γέγραπται, εἰ μή τι δι-
ὰ πόλεμον γένοιτο βουλᾶς καὶ ἁλίας ὑπερθεμένας. μισθούσθω
δὲ τοὺς τεχνίτας ἀφ’ οὗ κ’ ἀρχὴ γένοιτο, παρ’ ἕτερον ἐνιαυτὸν ἀπὸ τοῦ
85 τόκου τῶν τριῶν ταλάντων ἀπὸ μνᾶν πεντήκοντα αὐλητὰς
τρεῖς, τραγωιδοὺς τρεῖς, κωμωιδοὺς τρεῖς, καὶ τὰ λοιπὰ πάντα
κατὰ τὸν τοῦ ἀγωνοθέτα νόμον. δίδοσθαι καὶ τὰ σιτηρέσια
τοῖς τεχνίταις τὰ ἔννομα ἀπὸ τοῦ τόκου χωρὶς τᾶν πεντήκον-
τα μνᾶν· οἱ δὲ χειρίζοντες τὸ ἀργύριον καθ’ οὕς κα χρόνους
90 παραγίν<ω>νται οἱ τεχνῖται, ἐπεὶ κ’ ἀνπράξωντι τὸ ἀργύριον,
πεντήκοντα μνᾶς τὸν μισθὸν τοῖς τεχνίταις καὶ τὰ σιτηρέσια
τὰ γινόμενα παραδόντω τῶι ἀγωνοθέται τοῦ Ἀρτεμιτίου μηνὸς
πρὸ{ς} τᾶς ἕκτας, τὸ δὲ λοιπὸν τοῖς ἐφ<αι>ρεθεῖσιν· ὁ δὲ παραλα-
βὼν ἀγωνοθέτης ποι<εί>τω πάντα κατὰ τὸν νόμον καὶ ἀπολογι-
95 ξάσθω εἰς βουλὰν ἐν τᾶι πράται συνέδραι <ὅσο>ν τ<έ> κα πα-
ραλάβ<ηι> ἀργύριον καὶ καθώς κα ἕκαστ<α> διοικήσῃ.
ἀπολογιξάσθωσαν δὲ καὶ οἱ χειρίζοντες τὸ ἀργύριον ἑκα-
στάκις εἰς βουλὰν μηνὸς Ἀρτεμιτίου, οἵ τε παραλαβόντες
καὶ οἱ παρα{δι}δόντες {²⁶παραδόντες}²⁶, καθώς κα ἕκαστα παραλάβ<ω>ντι καὶ πα-
100 ραδ<ῶ>ντι. <ε>ἰ δὲ μὴ ποιήσαιέν τι τῶν γεγραμμένων οἵ τε χει-
ρίζοντες τὸ ἀργύριον ἢ οἱ ἄρχοντες, ἀποτ<ε>ισάτω ὁ αἴτιος ἀρ-
γυρίου Κορινθίου μνᾶς τριάκοντα καὶ ὅ <κα> καταβλάψηι διπλῆ. εἰ
δέ τί κα ὁ ἀγωνοθέτας ἢ οἱ χειρίζοντες τὸ ἀργύριον μὴ ὀρθῶς
ἀπολογίξωνται, νομοφύλακες ἐκλογιζούσθω καθὼς καὶ τὰ ἄλ-
105 λα τὰ ἱερὰ καὶ δημόσια χρήματα. μὴ ἐξέσ<τ>ω δὲ μηθενὶ
προστατῆσαι περὶ τοῦ ἀνατεθέντος ὑπὸ Ἀριστομένεος καὶ
Ψύλλας ἀργυρίου, ὥστε εἰς ἄλλο τι καταχρησθῆμεν, ἀλλ’ εἰς
τὰν τῶν τεχνιτᾶν μίσθωσιν, εἰς δὲ ἄλλο μηθὲν μηθαμῶς
μηδεμιᾶι παρευρέσει. εἰ δέ τις προστατήσαι ἢ καταχρήσαιτο
110 εἰς ἄλλο τι, ἀποτεισάτω ὁ προστατήσας καὶ ὁ καταχρησά-
μενος Ἀριστομένηι καὶ Ψύλλαι ἢ τοῖς ἐπινόμοις τοῖς Ἀριστο-
μένεος καὶ Ψύλλας ἀργυρίου Κορινθίου μνᾶς ἑξήκοντα καὶ
τὸ ἀργύριον ὃ καταχρήσθη διπλῆ. πάντων δὲ τούτων καὶ
εἴ τινός κα ἄλλου δοκῆι πρόδικοι βουλᾶς κρίσιν ἀπάρβο-
115 λον γραψάμενοι καὶ ἐπιγράψαντες τὸ ἀργύριον τὸ
ἐφ’ ἑκάστου ἀδικήματος γεγραμμένον δ<ό>ντ<ω> προστά-
ται προβούλων, ὁ{ι} δὲ εἰς τὰ δικαστήρια φερέτω, ἅ κα
μεῖον ἢ τριακοσταῖ<α> ᾖ· ἐξέστω δὲ καὶ ἄλλωι τῶι λῶντι
κρίνεσθαι κατὰ ταὐτά. τὸν δὲ κατακριθέντα οἱ τὰς
120 κρίσιας γραψάμενοι εἰσπράξαντες ὅσα μὲν ποτὶ τὸ κοι-
νὸν συν<ε>ίκει τοῖς ᾁρημένοις ἐπὶ τὰν χείριξιν τοῦ
ἀργυρίου παραδόντω, οἱ δὲ ἐγδανεισάντω καθὼς καὶ τὸ
ἄλλο ἀργύριον γέγραπται, ὅσα δὲ Ἀριστομένει ἢ Ψύλλαι
ἢ τοῖς ἐπινόμοις ἐπιτίμια ἐπιβάλλει, αὐτοὶ εἰσπρασσόν-
125 τ<ων>, καὶ κρινέσθω ἕκαστοι καθώς κ’ αὐτοὶ προαιρ<ῶ>νται. εἰ
δέ τις τῶν ἐπινόμων τῶν Ἀριστομένεος ἢ Ψύλλας προστα-
τήσαι εἰς ἄλλο τι καταχρησθῆμεν ἢ καταχρήσαιτο ἄλλαι
παι, μὴ ἐόντω τὰ ἐπιτίμια μηδὲ τὰ χρήματα Ἀριστο-
μένεος καὶ Ψύλλας μηδὲ τῶν ἐπινόμων Ἀριστομένεος
130 καὶ Ψύλλας, ἀλλὰ δημόσια εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν, καὶ
ἐγδανειζέσθω μετὰ τοῦ ἄλλου ἀργυρίου, καθὼς ἐπάνω γέγρα-
πται. εἰ δέ τι ἀδύνατον διὰ πόλεμον γένοιτο καὶ μὴ ἀποστεί-
λαι ἁ πόλις ἐπὶ τοὺς τεχνίτας ἢ μὴ παραγέν<ω>νται οἱ τεχνῖται,
ἐκδανειζέσθω καὶ αἱ πεντήκοντα μναῖ καὶ τὰ σιτηρέσια ἄχρι οὗ
135 κα δυνατὸν γένηται· ὡσαύτως δὲ καὶ εἴ τις λίποι τὸν ἀγῶνα τῶν
τεχνιτᾶν, ἐγδανειζέσθω καὶ τὸ λειφθὲν ἀργύριον καὶ ὑπαρχέτω
εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν. εἰ δέ κα διόρθωσις τῶν νό-
μων γίνηται, ταξάντων οἱ διορθωτῆρες εἰς τοὺς νόμους καθώς
κα δ<έ>ῃ τὸ ἀργύριον χειρίζεσθαι. τὰ δὲ λοιπὰ πάντα γινέσθω ὥς
140 κα δοκῆι βουλᾶι καὶ ἁλίαι κα<λ>ῶς ἔχ<ειν>. γινέσθω δὲ μη-
θὲν ὑπεναντίον τῶι δόγματι μηδὲ τᾶι δόσει. τᾶς δὲ δόσιος καὶ
τοῦ γράμματος ἀντίγραφον ἀναγράψαι εἰς στάλαν λιθίναν καὶ
ἀναθέμεν ὅ{ν}π<ε>ι {²⁶ὅπει}²⁶ κα δοκῆι προβούλοις καὶ προδίκοις καλῶς ἔχειν·
τᾶς δὲ ἀναγραφᾶς καὶ ἀναθέσ<ιο>ς προβούλους μετὰ διοκητᾶ
145 καὶ ἀρχιτέκτονος τὰν ἐπιμέλειαν ποιήσασθαι, τὸ δὲ γεγραμ-
μένον ἀνάλωμα ταμία<ν> δόμεν.
Search Help
Contact Us