[ ]
Ionian Isl. — Kerkyra — 3rd c. BC?
1 | ἀγαθᾶι τύχαι. |
τάδε ἐμπρίατο ἁ πόλις τοῖς προξένοις | |
καρπεύειν ἇς κα ἐπιτάδειοι ὦντι· Λυγδά- | |
μι Φείδωνος Κνωσσίῳ ἐμ Μολοκᾶντι ἀν- | |
5 | πέλων πέλεθρα δέκα ἐν τῶι πεδίωι, |
ἀνπέλων τετραπελεθρίαν. | |
Ἕρμωνι Τυλ<ι>σίωι ἀνπέλων τετραπλε- | |
θρίαν ἐν τῶι πε{ι}δίωι {²⁶πεδίωι}²⁶. | |
[Πρ]ωτάρ<χ>ωι Ἀ<π>ταραίωι ἀνπέλων πλέθρα | |
10 | εἴκατι ἐν τῶι πεδίωι κατὰ βαθεῖαν — — — |
Σκιπτίαι εὐεργέται ἀνπέλων <π>λέθρα εἴκα- | |
τι δύο ἐν Μινώιᾳ πὸ τῶι πόρωι ἐς Κατω— — — | |
Φαιστίωι Θαμικλεῖ καὶ Φαινοκλεῖ ἀν- | |
πέλων τετραπλεθρίαν ἐν τᾶι νάσωι, | |
15 | ἐπὶ Λιπάραι ἀνπέλων τετραπλεθρίαν. |
Ἀρχαγόραι Δελφῶι οἰκίαν ἐν τᾶι Ἡραΐδι, ψι- | |
λᾶς πλέθρα ἓξ ποὶ τᾶι Κωμικοῦ, ἀνπέ- | |
λων τετραπλεθρίαν ἐν τῶι πεδίωι. | |
Μισγόλαι Ἀρκάδι ἀνπέλων τετραπλε- | |
20 | θρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέλων δι- |
πλεθρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέ- | |
λων διπλεθρίαν ἐν Σκινούρι, οἰκίαν [ἐν] | |
τᾶι Λαχανίδι κ<ώ>μαι. |