[ ]
Ionian Isl. — Kerkyra — 3rd c. BC?
| 1 | ἀγαθᾶι τύχαι. |
| τάδε ἐμπρίατο ἁ πόλις τοῖς προξένοις | |
| καρπεύειν ἇς κα ἐπιτάδειοι ὦντι· Λυγδά- | |
| μι Φείδωνος Κνωσσίῳ ἐμ Μολοκᾶντι ἀν- | |
| 5 | πέλων πέλεθρα δέκα ἐν τῶι πεδίωι, |
| ἀνπέλων τετραπελεθρίαν. | |
| Ἕρμωνι Τυλ<ι>σίωι ἀνπέλων τετραπλε- | |
| θρίαν ἐν τῶι πε{ι}δίωι {²⁶πεδίωι}²⁶. | |
| [Πρ]ωτάρ<χ>ωι Ἀ<π>ταραίωι ἀνπέλων πλέθρα | |
| 10 | εἴκατι ἐν τῶι πεδίωι κατὰ βαθεῖαν — — — |
| Σκιπτίαι εὐεργέται ἀνπέλων <π>λέθρα εἴκα- | |
| τι δύο ἐν Μινώιᾳ πὸ τῶι πόρωι ἐς Κατω— — — | |
| Φαιστίωι Θαμικλεῖ καὶ Φαινοκλεῖ ἀν- | |
| πέλων τετραπλεθρίαν ἐν τᾶι νάσωι, | |
| 15 | ἐπὶ Λιπάραι ἀνπέλων τετραπλεθρίαν. |
| Ἀρχαγόραι Δελφῶι οἰκίαν ἐν τᾶι Ἡραΐδι, ψι- | |
| λᾶς πλέθρα ἓξ ποὶ τᾶι Κωμικοῦ, ἀνπέ- | |
| λων τετραπλεθρίαν ἐν τῶι πεδίωι. | |
| Μισγόλαι Ἀρκάδι ἀνπέλων τετραπλε- | |
| 20 | θρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέλων δι- |
| πλεθρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέ- | |
| λων διπλεθρίαν ἐν Σκινούρι, οἰκίαν [ἐν] | |
| τᾶι Λαχανίδι κ<ώ>μαι. |