[ ]
Ionian Isl. — Kerkyra — end 2nd c. BC
1 | [τάδε ἔκριναν] οἱ δικασταὶ καὶ κοινοί, εὐδοκου- |
[μένων αὐτοῖ]ς καὶ ὑπὲρ τὰν πόλιν τῶν συν- | |
[δίκων· τὰν μὲ]ν δίκαν εἶμεν ἀπόδικον | |
[περὶ τοῦ — — —]ατος τᾶς στέγας τοῦ ναω- | |
5 | [ρίου· εἰ δέ κα] βλάπτῃ τὸ ῥύμα τὸν τοῖχον |
[τοῦ — — —ματ]ος, ἐπισκεάζειν τὰν πόλιν | |
[ἀπὸ τῶν αὐτᾶς] ἀναλωμάτων, ἀνυπόδικον | |
[δὲ εἶμεν Σω]τηρίωνα περὶ τᾶν κορχυρε- | |
[ᾶν τᾶν φερ]ο[υ]σᾶν ἐκ τᾶς οἰκίας εἰς τὸ ναώ- | |
10 | [ριον καὶ τοῦ] ῥύματος τοῦ ῥέοντος ἀπὸ |
[τᾶς στέγας ἐ]πὶ τὸ ναώριον. στρέψαι δὲ | |
[τὰν στέγαν τ]ᾶς σκεοθήκας τὰμ πόλιν | |
[καὶ ἐπισκευάσα]ι, ἐμβαλεῖν δὲ καὶ εἰς ἕ- | |
[καστον καλυπτ]ῆρα ὀβελίσκον ὀρθόν. ὅπως | |
15 | [δὲ ἁ κρίσις φανερὰ] ᾗ, ἀναγραφήτω εἰς στά- |
[λαν — — — πρὸ]ς τὸν τοῖχον ἐν τῶι δα- | |
[μοσίῳ — — — ἀνατ]εθῇ εἰς τὸ ἱερὸν τοῦ Α- | |
[σκλαπιοῦ — — —]ος τὰν ἐπιμελείαν | |
[— — — — — καὶ ἀ]ναγραφῇ αὕτα ἁ ἐπί- | |
20 | [κρισις — — — —]τι ἐστὶ ἐπιτίμι- |
[ον — — — — — ἱ]εροὶ — — — |