[ ]
Ionian Isl. — Kerkyra — 2nd c. BC
1 | ἔδοξε τᾶι ἁλίαι, πρό- |
ξενον εἶμεν Βοΐσκον | |
Λυκόφρονος Δωδω- | |
ναῖον αὐτὸν καὶ ἐκγό- | |
5 | νους· εἶμεν δὲ αὐτοῖς |
γᾶς καὶ οἰκίας ἔγκτα- | |
σιν καὶ τὰ ἄλλα τίμι- | |
α, ὅσα καὶ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέ- | |
10 | ταις. τὰν δὲ̣ προξενί- |
αν γράψαντας εἰς χάλ- | |
κωμα ἀ[νθ]έμεν ὅπει | |
κα δοκῇ προβούλοις, προ- | |
δίκοις, στρατηγοῖς κα- | |
15 | λῶς ἔχειν. τὸν δὲ ταμί- |
αν δ<ό>μεν το γενόμενον | |
ἀνάλωμα. | |
Βοΐσκον Λυκόφρονος | |
Δωδωναῖον. |