[ ] Ionian Isl. — Kerkyra — 2nd c. BC
1 ἔδοξε τᾶι ἁλίαι, πρό-
ξενον εἶμεν τᾶς
πόλιος τῶγ Κορκυ-
ραίων Φιλιστίωνα
5 Θευδώρου Λοκρὸν αὐ-
τὸγ καὶ ἐκγόνους. εἶ-
μεν δὲ αὐτῶι γᾶς
καὶ οἰκίας ἔγκτασιν
καὶ τἆλλα τίμια, ὅ-
10 σα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐερ-
γέταις γέγραπται.
τὰν δὲ προξενίαν
γράψαντας εἰς χάλ-
15 κωμα ἀναθέμεν ὅ-
πει κα δοκῇ προβού-
λοις καὶ προδίκοις
καλῶς ἔχειν· τὸν
δὲ ταμίαν δόμεν τὸ
20 γε̣[ν]όμενον ἀνάλωμα.
Φιλιστίωνα Θευ-
δώρου Λοκρόν.
Search Help
Contact Us