[ ] Lokris, E. — Opous — 23 BC-14 AD
1 Γναῖος Καλπόρνιος Ἕλιξ,
ὁ ἱερεὺς θεοῦ Σεβαστοῦ Καίσα-
ρος καὶ ἄρχων, ἀγορανομήσας
ἔν τε τῶι αὐτῶι ἐνιαυτῶι ἀγωνο-
5 θετήσας τῶν τριετηρικῶν Διονυ-
σείων ἐκ τῶν ἰδίων, δήμωι
Ῥωμαίων καὶ θεῶι Σεβαστῶι Καί-
σαρι καὶ δήμωι Ὀπουντίων τὴν
κρήνην καὶ τὰ ἐν αὐτῆι ἀγάλματα
10        καὶ τὴν ληνόν.
Search Help
Contact Us