[ ]
Lokris, E. — Opous — 2nd c. BC
1 | θεὸς ἀγαθᾶι τύχαι. ἄρχοντος Ὀρθομενίδα, ἔδοξε τοῖς περὶ τὸν |
Διόνυσον τεχνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας, συντελοῦσιν δὲ ἐν Ὀ- | |
ποῦντι· ἐπειδὴ Σωτέλης Σωσίνου ἀνὴρ καλὸς κἀγαθός, διὰ προγόνων | |
εὔνους ὑπάρχων τοῖς τεχνίταις καὶ λέγων καὶ πράσ<σ>ων τὰ συμφέρο[ν]- | |
5 | τα καὶ καθ’ ἱδίαν ἑκάστωι καὶ κατὰ κοινὸν πάσαι τᾶι συνόδοι, ἀπόδε[ι]- |
ξιν τὰγ καλλίσταν ποιούμενος τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας | |
καὶ τᾶς ποτὶ τὸ κοινὸν τ[ῶν τεχν]ιτᾶν εὐνοίας, ὁμοίως δὲ καὶ ἁ | |
γυνὰ αὐτοῦ Ξενόλα [Ἀ]μεινία, ἐν τᾶι ἀνιερώσει ἇι ἐποιήσαν[το] | |
τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις πρόνοιαν ἐ[ποι]- | |
10 | ήσαντο κατὰ κοινὸν τ[ὰ]ν ἀρίσταν ὑπὲρ τᾶς συνόδου τῶν [τε]- |
χνιτᾶν, διασαφήσαντες ἐν τᾶι ἀνιερώσει, ὅπως καθ’ ἕκαστ[ον] | |
ἐνιαυτὸν λαμβάνῃ ἁ σύνοδος τῶν τεχνιτᾶν ἀργύριον ε̣[ἰς θυ]- | |
σίας τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις· ὅθεν | |
διὰ πάντα τὰ προειρημένα φιλοφρόνως ἁ σύνοδος ἀποδε[χο]- | |
15 | μένα τὰν [εὐεργεσίαν] Σωτέλεος καὶ Ξενόλας ἐκάλεσε[ν αὐ]- |
[τοὺς εἰς προεδρίαν — — —] |