[ ]
Lokris, E. — Opous — 2nd c. BC
1 | θεός. ἀγαθᾶι τύχαι. ἄρχοντος Π#⁷— — — |
Ὀπούντιοι καὶ Λοχροὶ οἱ μετὰ Ὀπουντίων ἔδωκαν | |
Ἀντιφίλωι Θρασυμήδευς Αἰτωλῶι καὶ τοῖς | |
ἐκγόνοις αὐτοῦ προξενίαν, πολιτείαν, γᾶς | |
5 | ἔνκτησιν καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ πολέμου |
καὶ εἰράνας καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν | |
καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
δίδοται πάντα. ἔγγυ[ο]ι Θειοκλῆς, — —ιτος, Ε— — — |