[ ] Lokris, E. — Opous — 2nd c. BC
1 θεός. ἀγαθᾶι τύχαι. ἄρχοντος Π#⁷— — —
Ὀπούντιοι καὶ Λοχροὶ οἱ μετὰ Ὀπουντίων ἔδωκαν
Ἀντιφίλωι Θρασυμήδευς Αἰτωλῶι καὶ τοῖς
ἐκγόνοις αὐτοῦ προξενίαν, πολιτείαν, γᾶς
5 ἔνκτησιν καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ πολέμου
καὶ εἰράνας καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν
καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις
δίδοται πάντα. ἔγγυ[ο]ι Θειοκλῆς, — —ιτος, Ε— — —
Search Help
Contact Us