| 1 | θεός. ἀγαθᾶι τύχαι. ἄρχοντος Π#⁷— — — |
| Ὀπούντιοι καὶ Λοχροὶ οἱ μετὰ Ὀπουντίων ἔδωκαν | |
| Ἀντιφίλωι Θρασυμήδευς Αἰτωλῶι καὶ τοῖς | |
| ἐκγόνοις αὐτοῦ προξενίαν, πολιτείαν, γᾶς | |
| 5 | ἔνκτησιν καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ πολέμου |
| καὶ εἰράνας καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν | |
| καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
| δίδοται πάντα. ἔγγυ[ο]ι Θειοκλῆς, — —ιτος, Ε— — — |
IG IX,1
272