[ ]
Lokris, E. — Opous — shortly after 229 BC
1 | πατρὸς ἀριζήλοιο Πολυκρίτου υἷα σὺν ἵππωι |
δέρκεο, Βοιωτῶν ἀρχὸν ἀεθλοφόρων· | |
δὶς γὰρ ἐνὶ πτολέμοις ἁγήσατο τὰν ἀσάλευτον | |
νίκαν ἐκ πατέρων τηλόθεν ἀρνύμενος, | |
5 | καὶ τρίτον ἱππήων· Ὀπόεντα δὲ πολλάκι τάνδε |
καὶ χερὶ καὶ βουλᾶι θῆκε ὀνομαστοτέραν. | |
ἐν δὲ ἀρχαῖς ἀχάλινος ὑπ’ ἀργύρου ἔπλετο πάσαις, | |
ἀστῶν εὐνομίας θέσμια παρθεμένων· | |
τῶι καὶ ἀείμναστον Νικασιχόρωι κλέος ἔσται, | |
10 | πίστις ἐπεὶ πάντων κοίρανος ἁγνοτάτα. |