[ ] Lokris, E. — Opous — shortly after 229 BC
1 πατρὸς ἀριζήλοιο Πολυκρίτου υἷα σὺν ἵππωι
δέρκεο, Βοιωτῶν ἀρχὸν ἀεθλοφόρων·
δὶς γὰρ ἐνὶ πτολέμοις ἁγήσατο τὰν ἀσάλευτον
νίκαν ἐκ πατέρων τηλόθεν ἀρνύμενος,
5 καὶ τρίτον ἱππήων· Ὀπόεντα δὲ πολλάκι τάνδε
καὶ χερὶ καὶ βουλᾶι θῆκε ὀνομαστοτέραν.
ἐν δὲ ἀρχαῖς ἀχάλινος ὑπ’ ἀργύρου ἔπλετο πάσαις,
ἀστῶν εὐνομίας θέσμια παρθεμένων·
τῶι καὶ ἀείμναστον Νικασιχόρωι κλέος ἔσται,
10 πίστις ἐπεὶ πάντων κοίρανος ἁγνοτάτα.
Search Help
Contact Us