| 1 | πατρὸς ἀριζήλοιο Πολυκρίτου υἷα σὺν ἵππωι |
| δέρκεο, Βοιωτῶν ἀρχὸν ἀεθλοφόρων· | |
| δὶς γὰρ ἐνὶ πτολέμοις ἁγήσατο τὰν ἀσάλευτον | |
| νίκαν ἐκ πατέρων τηλόθεν ἀρνύμενος, | |
| 5 | καὶ τρίτον ἱππήων· Ὀπόεντα δὲ πολλάκι τάνδε |
| καὶ χερὶ καὶ βουλᾶι θῆκε ὀνομαστοτέραν. | |
| ἐν δὲ ἀρχαῖς ἀχάλινος ὑπ’ ἀργύρου ἔπλετο πάσαις, | |
| ἀστῶν εὐνομίας θέσμια παρθεμένων· | |
| τῶι καὶ ἀείμναστον Νικασιχόρωι κλέος ἔσται, | |
| 10 | πίστις ἐπεὶ πάντων κοίρανος ἁγνοτάτα. |
IG IX,1
270