[ ]
Lokris, E. — Halai
1 | κ<ω>φῆς ἐκ πέτρης λόγον ἔμπνουν δέξαι, ὁδῖτ[α], |
βαιὸν ἐπιστήσας ἴχνος ὁδο[ι]πορίης. | |
ἐνθάδ’ ἐγὼ κεῖμαι Τελέ<θ>υ[μος –⏑⏑–⏓] | |
εἰκοσιεπτὰ ἐτῶν εἰς Ἀΐδην καταβάς. | |
5 | "πᾶσιν ἀνέγκλητος γεγονὼς ἔθαν’ [ἠδ]ὲ ποθ[εινός], |
[ο]ὐχὶ πονηρὸς ἐών, ἀκρισίᾳ δὲ τύχης | |
δύστηνος" φή̣[σε]ι τις. ἐγὼ δ’ ὑποβὰς τόδ’ ἂν εἶπον· | |
οὐ ταύτως· τάχ’ ἴσως δ’ εὐτυχίας μετέχων, | |
εἴπ[ερ] τῇ μακ<ρ>ᾷ ζωῇ λῦπαι παρέπονται, | |
10 | <χ>[ρὴ] δὲ ὅμως ταύτας ἐκτελέσαντα θανεῖν, |
[κ]ε[ῖ]νος ἂν ε<ὐ>δαίμων εἴη μᾶλλον παραβάτας | |
[τοῦ] στυγεροῦ γήρως οὐκ ἐσιδὼν βίοτον. |