[ ] Lokris, E. — Halai
1 κ<ω>φῆς ἐκ πέτρης λόγον ἔμπνουν δέξαι, ὁδῖτ[α],
  βαιὸν ἐπιστήσας ἴχνος ὁδο[ι]πορίης.
ἐνθάδ’ ἐγὼ κεῖμαι Τελέ<θ>υ[μος –⏑⏑–⏓]
  εἰκοσιεπτὰ ἐτῶν εἰς Ἀΐδην καταβάς.
5 "πᾶσιν ἀνέγκλητος γεγονὼς ἔθαν’ [ἠδ]ὲ ποθ[εινός],
[ο]ὐχὶ πονηρὸς ἐών, ἀκρισίᾳ δὲ τύχης
δύστηνος" φή̣[σε]ι τις. ἐγὼ δ’ ὑποβὰς τόδ’ ἂν εἶπον·
  οὐ ταύτως· τάχ’ ἴσως δ’ εὐτυχίας μετέχων,
εἴπ[ερ] τῇ μακ<ρ>ᾷ ζωῇ λῦπαι παρέπονται,
10   <χ>[ρὴ] δὲ ὅμως ταύτας ἐκτελέσαντα θανεῖν,
[κ]ε[ῖ]νος ἂν ε<ὐ>δαίμων εἴη μᾶλλον παραβάτας
[τοῦ] στυγεροῦ γήρως οὐκ ἐσιδὼν βίοτον.
Search Help
Contact Us