[ ] Lokris, E. — Larymna
A.1               Φίλων.
          {²rosa}² {²rosa}²
B.1 δέρκεο τόνδε, ξεῖνε, καταφθιμένοιο Φίλωνος
  τύμβον, ὃς ἐμμούσ<ο>ις γράμμασιν εὐξυνέτω[ς]
παιδείην ἤσκησεν, ἅπασι δὲ κοινὸν ἐν ἀστοῖς
  ἦθος Λαρύμνης προσφιλέως ἔθετο.
5 τὸν καὶ ἔτ’ ἀκμαίην βίοτον λείποντα καθ’ ἥβην
  κῆδος ὁμοφρονέως πᾶσ’ ἐδάκρυσε πόλις.
Search Help
Contact Us