[ ]
Phokis — Drymaia — 200-150 BC
[— — — — — — — — — — — — εἰ δέ κα] | |
1 | [μὴ] διοικῇ ἁ πόλις τῶν Δρυμίων τὰς |
[καταβολ]ὰς πάσας, καθὼς [ἐ]πρ[ε]σβεύσα[ντο] | |
[καὶ] συ[νεχ]ωρήθη αὐτοῖς, κατὰ νόμον ἔ[στων ἐπὶ] | |
[τὸ] δάνειον τὸ ἐξ ἀρχᾶς πᾶν τῶι θεῶι καὶ | |
5 | [τοῖς] Οἰταίοις καὶ Αἰ<τωλ>οῖς αἱ οἰκονομίαι αἱ κατὰ |
[τᾶς] πόλιος τῶν Δρυμίων. εἰ δέ κα διοικήσῃ ἁ πό- | |
[λις] τῶν Δρυμίων τὰς ἐνήκοντα μνᾶς, κα- | |
[θ]ὼς ἐν τᾶι ὁμολογίαι γέγραπται, τῶι θεῶι καὶ | |
[τ]οῖς Οἰταίοις, ἀπολελυμένα ἔστω | |
10 | [το]ῦ δανείου παντός, καὶ ἁ συνγραφὰ ἀτε- |
[λ]ὴς καὶ ἀρμένα ἔστω. τὰν ὁμολογίαν | |
[φ]υλάσσοντι Κλεότιμος, Λόχαγος Καλλιπο- | |
[λῖται], Λαϊάδας Ἀμφισσεύς. ἐξετείσαντο. | |
[μά]ρτ[υ]ροι· [Ε]ὐρύδαμος, <Π>έταλος, Λεοντο- | |
15 | [μ]ένης Καλλιπολῖται, Καλλίστρατος Φυ- |
[σ]κεύς, Ἀνδρόβολος Κυτενιεύς, Ὀξύμαχος, | |
[Σ]ώπατρος Ἐρυθραῖοι, Θράσων, Καλλείδας, | |
[Φ]ιλόνικος Ὑαμπόλιοι, Ζεῦξις, Τείσιππος Ἐ- | |
[λ]ατεῖς, Πολύξενος, Ἀριστοτέλης Τειθρώ- | |
20 | [ν]ιοι, Πατροκλέας, Τιμοκράτης, Ξενοκρά- |
[τ]ης, Ἀριστίων Λιλαιεῖς. |