[ ] Phokis — Tithronion
1 [θεὸς τύχα]ν ἀγαθάν.
[ἐπειδὴ Παυσανίας — — —]νιος ἀνὴρ καλὸς κἀγαθὸς ὑπάρ-
[χων διατελεῖ τᾷ τε π]όλει τῶν Τειθρωνίων εὔχρηστον
[παρέχων ἑαυτὸν καὶ τοῖς]εὶ χρείαν ἐχόντοις τῶμ πολ-
5 [ιτᾶν, ἀπροφασίστως ἐπιδιδο]ὺς αὐτοσαυτὸν ἐν πᾶν τὸ συμφέ-
[ρον, σπουδᾶς καὶ προθυμίας ο]ὐθὲν ἐνλείπων. καὶ παραίτιος ἀ-
[εί τινος ἀγαθοῦ γενό]μενος καὶ κοινᾶι καὶ καθ’ ἱδίαν
[τοῖς δεομένοις, — — — — — — — — —]τι
— — — — — — — — — — — — — —σθαι, ἔδοξ-
10 [ε τᾷ πόλει τῶν Τειθρωνίων, ἐπαιν]έσαι Παυσανίαν
[— — —νιον ἐπὶ τᾷ εὐν]οίαι καὶ αἱρέσει ἇι ἔχε[ι]
[ποτὶ τὰμ πόλιν, καὶ δεδόσθ]αι αὐτῶι καὶ ἐγγόνοις προξενί-
[αν, ἰσοπολιτείαν], προεδρίαν, ἀσυλίαν, ἀτέλει<α>[ν]
[πάντων, ἀσφάλειαν] καὶ πολέμου καὶ εἰράνας καὶ
15 [γᾶς ἔγκτησιν καὶ οἰκίας κ]αὶ τὰ ἄλλα πάντα ὅσα καὶ
[τοῖς ἄλλοις προξένοις κ]αὶ εὐεργέταις ὑπάρχει. ἄρχον-
[τος — — —, γραμματεύ]οντος Νικοδάμου. ἔνγυο[ι]
[τᾶς προξενίας — — —]στράτου, Εὐφράνωρ Ἀρχικλέο[ς].
Search Help
Contact Us