[ ] Phokis — Tithronion
1 [θεὸς τύχα]ν ἀγαθ[άν].
[ἐπειδὴ — — —] Ἀλοπαῖος ἀνὴρ καλὸς [κἀγαθὸς]
[ὑπάρχων περὶ τ]ὰμ πόλιν τῶν Τειθρωνίω[ν]
[παρεῖχεν ἑαυτὸν εὔχρηστον καὶ ἐκ]τενῆ τοῖς ἀεὶ χρείαν ἐχόντοι[ς]
5 [τῶμ πολιτᾶν, ἀπροφασίστως] ἐπιδιδοὺς αὐτοσαυτὸν ἐν πᾶν τ[ὸ]
[συμφέρον, σπουδᾶς καὶ προθυμίας] οὐθὲν ἐνλείπων καὶ παραίτιο[ς]
[ἀεί τινος ἀγαθοῦ γενόμε]νος καὶ κοινᾶι καὶ καθ’ ἰδίαν τοῖς
[ἀεὶ δεομένοις τῶμ πολιτᾶν, α]ὐτῶν ἀπομαρτυρησάντων αὐ-
[τῷ, — — — ἔδοξε] τᾶι πόλει τῶν Τειθρωνίων, ἐπαινέ-
10 [σαι — — — Ἀλοπαῖο]ν ἐπί τε τᾶι εὐν[οί]αι καὶ αἱρέσει καὶ
[φιλοτιμίᾳ ᾇ ἔχει, καὶ δεδ]όσθαι αὐτῶι καὶ ἐκγόνοις προξενία-
[ν, προεδρίαν, ἀ]συλίαν, ἀτέλειαν, ἐπινομίαν, ἀσφά-
[λειαν καὶ γᾶς] ἔγκτησιν καὶ οἰκίας, καὶ τὰ ἄλλα πάν̣-
[TA, O(/SA TOI=S A)/LLOIS EU)ER]GE/TAIS U(PA/RXEI. DIAPOSTEI=LAI DE\
15 [ποτ’ αὐτὸν καὶ πρεσβευτὰν καὶ ἐ]ν τὸ λοιπὸν παρακαλεῖν αὐτὸν τὸ[ν α]-
[ὐτὸν τρόπον ἀγαθ]ὸν γίνεσθαι καὶ κοινᾶι καὶ καθ’ ἱδίαν
[περὶ τοὺς πολίτα]ς. ἔγγυοι τᾶς προξενίας· [Μ]ενεκράτης Τ— — —
οι τοῦ αὐτοῦ· Καλ[λι]κράτης Εὐ— — —
— — —
Search Help
Contact Us