[ ]
Phokis — Tithora — beg. 2nd c. AD
1 | θεὸς τύχαν ἀγαθάν. |
ἄρχοντος ἐν Τιθόρᾳ Κάφιδο- | |
ς τοῦ Ἀριστίωνος, ἱερητεύοντος δ- | |
ὲ τῷ θεῷ τῷ Σαράπι Νεικαινέτου | |
5 | τ̣οῦ Νεικαινέτου, μηνὸς τετάρτου, |
ἀπέδοτο Ἀνασιφόρον Ἡρακλείδα Τιθορὶς | |
τῷ θεῷ τῷ Σαράπει σώματα γυναικεῖα δύ- | |
ο, αἷς ὀνόματα Νικάσιν καὶ Στοργήν, τιμᾶς ἀ- | |
ργυρίου δειναρίων τρισχειλίων τὰν τιμὰ- | |
10 | ν ἀπέχει πᾶσαν ἐπὶ τοῖσδε ἐπ’ ἐλευθερίᾳ· |
μὴ καταδουλιξάσστω δὲ Νικάσιον μηδὲ | |
Στοργὴν μηδ’ ἀπαγαγέτω μηδὲ ἐνεχυρα- | |
ξάτω· εἰ δὲ μὴ, ἀποτισάτω τῷ θεῷ τῷ Σαράπει | |
ἀργυρίου δεινάρια τετρακισχίλια. ἐξουσία δ’ ἔστ- | |
15 | ω τῷ θέλοντι Φωκέων προστᾶμεν Νικασίου κ- |
αὶ Στοργῆς ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσ- | |
ας δίκας καὶ ζαμίας, καὶ τὸ μὲν ἥμισον ἔσ- | |
στω {²⁶ἔστω}²⁶ τῶν τετρακισχιλίων διναρίων τ- | |
οῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προ- | |
20 | στάντος. παρμεν<ε>ῖ δὲ Νικάσιν καὶ Στοργὴ πάν- |
τα τὸν τᾶς ζωᾶς {Ἀ<νασι>φορ<ου>} Ὀνασιφόρου χρόνον {Υ} | |
δουλεύουσαι, τοῖς δὲ λοιποῖς ἐλεύθεραι ἔ- | |
σ<των>. βεβαιωτήρ· Καλλικράτης Νεοπτολέμο- | |
υ. ἔχρησε τὰν χέρα Λούκιος Κορνήλιος Νί- | |
25 | γερ, αὐτᾶς παρεούσας Ὀνασιφόρου καὶ κ%⁸¹- |
ελευούσας χρῆσαι τὰν χέρα ὑπὲρ αὐτάν. | |
τὰ ὠνὰ παρὰ τὸν θεὸν Σάραπιν καὶ παρὰ τὸ- | |
ν ἄρχοντα Κᾶφιν. βεβαιωτήρ· Καλλικράτης Νε- | |
[ο]πτολέμου. μάρτυρες· Πράξων Ζωπύρου, | |
30 | [Σ]άμιος Γνωσιφίλου, Σωσίβιος Σωσιβίου. χειρό- |
γραφον Καλλικράτους τοῦ Νεοπτολέμου· γέγο- | |
να βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠ- | |
νᾶς. μάρτυρες οἱ αὐτοί. ἔχρησε τὰν χέρα Λ<ούκι>ος | |
[Κ]αλοπόρνιος Ἄκρατος. |