[ ] Phokis — Tithora — beg. 2nd c. AD
1 θεὸς τύχαν ἀγαθάν.
ἄρχοντος ἐν Τιθόρᾳ Κάφιδο-
ς τοῦ Ἀριστίωνος, ἱερητεύοντος δ-
ὲ τῷ θεῷ τῷ Σαράπι Νεικαινέτου
5 τ̣οῦ Νεικαινέτου, μηνὸς τετάρτου,
ἀπέδοτο Ἀνασιφόρον Ἡρακλείδα Τιθορὶς
τῷ θεῷ τῷ Σαράπει σώματα γυναικεῖα δύ-
ο, αἷς ὀνόματα Νικάσιν καὶ Στοργήν, τιμᾶς ἀ-
ργυρίου δειναρίων τρισχειλίων τὰν τιμὰ-
10 ν ἀπέχει πᾶσαν ἐπὶ τοῖσδε ἐπ’ ἐλευθερίᾳ·
μὴ καταδουλιξάσστω δὲ Νικάσιον μηδὲ
Στοργὴν μηδ’ ἀπαγαγέτω μηδὲ ἐνεχυρα-
ξάτω· εἰ δὲ μὴ, ἀποτισάτω τῷ θεῷ τῷ Σαράπει
ἀργυρίου δεινάρια τετρακισχίλια. ἐξουσία δ’ ἔστ-
15 ω τῷ θέλοντι Φωκέων προστᾶμεν Νικασίου κ-
αὶ Στοργῆς ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσ-
ας δίκας καὶ ζαμίας, καὶ τὸ μὲν ἥμισον ἔσ-
στω {²⁶ἔστω}²⁶ τῶν τετρακισχιλίων διναρίων τ-
οῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προ-
20 στάντος. παρμεν<ε>ῖ δὲ Νικάσιν καὶ Στοργὴ πάν-
τα τὸν τᾶς ζωᾶς {Ἀ<νασι>φορ<ου>} Ὀνασιφόρου χρόνον {Υ}
δουλεύουσαι, τοῖς δὲ λοιποῖς ἐλεύθεραι ἔ-
σ<των>. βεβαιωτήρ· Καλλικράτης Νεοπτολέμο-
υ. ἔχρησε τὰν χέρα Λούκιος Κορνήλιος Νί-
25 γερ, αὐτᾶς παρεούσας Ὀνασιφόρου καὶ κ%⁸¹-
ελευούσας χρῆσαι τὰν χέρα ὑπὲρ αὐτάν.
τὰ ὠνὰ παρὰ τὸν θεὸν Σάραπιν καὶ παρὰ τὸ-
ν ἄρχοντα Κᾶφιν. βεβαιωτήρ· Καλλικράτης Νε-
[ο]πτολέμου. μάρτυρες· Πράξων Ζωπύρου,
30 [Σ]άμιος Γνωσιφίλου, Σωσίβιος Σωσιβίου. χειρό-
γραφον Καλλικράτους τοῦ Νεοπτολέμου· γέγο-
να βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠ-
νᾶς. μάρτυρες οἱ αὐτοί. ἔχρησε τὰν χέρα Λ<ούκι>ος
[Κ]αλοπόρνιος Ἄκρατος.
Search Help
Contact Us