[ ]
Phokis — Tithora — beg. 2nd c. AD
1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐ- |
ν Τιθόρᾳ Ἀρίστωνος τοῦ Ἀρίστω- | |
νος νεωτέρου, ἱερητεύοντος δὲ | |
τῷ θεῷ τῷ Σεράπι Σώσωνος τ- | |
5 | οῦ Παραμόνου, μηνὸς τρίτου, ἀ- |
πέδοτο Νικάρετος Πίστου καὶ Οἰνάνθη Ἡρακλ- | |
είδου, συνευαρεστέοντος καὶ τοῦ υ- | |
ἱοῦ αὐτῶν Παραμόνου, τῷ θε- | |
ῷ τῷ Σεράπει κοράσιον, ὀνόμα- | |
10 | τι Εὐφροσύναν, ἐπ’ ἐλευθερίᾳ, ὥστ- |
ε εἶναι αὐτὰν ἐλευθέραν καὶ ἀν- | |
έπαφον παραμείνασαν Νεικαρέτῳ καὶ Οἰ- | |
νάνθῃ τὸν τᾶς ζωᾶς χρόνον, τειμᾶς ἀργυρ- | |
ίου μνᾶν δέκα. τὰν τειμὰν ἔχουσι πᾶσαν. β- | |
15 | εβαιωτὴρ κατὰ τὸν νόμον· Παράμονος |
Νεικαρέτου. θρεψάτω δὲ Εὐφροσύνα Π- | |
αραμόνῳ παιδίον διετὲς καὶ παραδότω, | |
ἢ δηνάρια διακόσια. μὴ καταδουλεξ- | |
άτω δὲ αὐτὰν μηδεὶς κατὰ μηδέν- | |
20 | α τρόπον· εἰ δὲ μή, ἀποτεισάτω μ- |
νᾶς τριάκοντα, καὶ ἐξέστω προστᾶμε- | |
ν τῷ θέλοντι Φωκέων, καὶ τὸ μὲν ἥμισον ἔσ- | |
τω τοῦ θεοῦ, τὸ δὲ ἥμισον τοῦ προστάντο- | |
ς, ἀνυπευθύνου ὄντος καὶ ἀζαμίου. ἁ ὠνὰ | |
25 | ἀνεγράφη ἐν ἱερῷ τῷ Σεραπείῳ καὶ παρὰ τῷ ἄ- |
ρχοντι Ἀρίστωνι, δούσας τᾶς πόλιος τὸ ψάφισ- | |
μα ἐπὶ ἄρχοντι Ἑλλανείκῳ Ἑλλανείκου ἐν | |
ἐννόμῳ ἐκκλησίᾳ. μάρτυ[ρε]ς· Σώκλαρ- | |
ος Ἀριστίωνος, Εὔφρων Στρατάγου, Τείμω- | |
30 | ν Νεικαινέτου. χεὶρ Παραμόνου τοῦ Νεικαινέτου· γ- |
έγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ἱαρ- | |
ανθεσίας κατὰ τὸν νόμον. μάρτυρες οἱ προγεγρ- | |
αμμένοι. |