[ ] Phokis — Tithora — beg. 2nd c. AD
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐ-
ν Τιθόρᾳ Ἀρίστωνος τοῦ Ἀρίστω-
νος νεωτέρου, ἱερητεύοντος δὲ
τῷ θεῷ τῷ Σεράπι Σώσωνος τ-
5 οῦ Παραμόνου, μηνὸς τρίτου, ἀ-
πέδοτο Νικάρετος Πίστου καὶ Οἰνάνθη Ἡρακλ-
είδου, συνευαρεστέοντος καὶ τοῦ υ-
οῦ αὐτῶν Παραμόνου, τῷ θε-
ῷ τῷ Σεράπει κοράσιον, ὀνόμα-
10 τι Εὐφροσύναν, ἐπ’ ἐλευθερίᾳ, ὥστ-
ε εἶναι αὐτὰν ἐλευθέραν καὶ ἀν-
έπαφον παραμείνασαν Νεικαρέτῳ καὶ Οἰ-
νάνθῃ τὸν τᾶς ζωᾶς χρόνον, τειμᾶς ἀργυρ-
ίου μνᾶν δέκα. τὰν τειμὰν ἔχουσι πᾶσαν. β-
15 εβαιωτὴρ κατὰ τὸν νόμον· Παράμονος
Νεικαρέτου. θρεψάτω δὲ Εὐφροσύνα Π-
αραμόνῳ παιδίον διετὲς καὶ παραδότω,
ἢ δηνάρια διακόσια. μὴ καταδουλεξ-
άτω δὲ αὐτὰν μηδεὶς κατὰ μηδέν-
20 α τρόπον· εἰ δὲ μή, ἀποτεισάτω μ-
νᾶς τριάκοντα, καὶ ἐξέστω προστᾶμε-
ν τῷ θέλοντι Φωκέων, καὶ τὸ μὲν ἥμισον ἔσ-
τω τοῦ θεοῦ, τὸ δὲ ἥμισον τοῦ προστάντο-
ς, ἀνυπευθύνου ὄντος καὶ ἀζαμίου. ἁ ὠνὰ
25 ἀνεγράφη ἐν ἱερῷ τῷ Σεραπείῳ καὶ παρὰ τῷ ἄ-
ρχοντι Ἀρίστωνι, δούσας τᾶς πόλιος τὸ ψάφισ-
μα ἐπὶ ἄρχοντι Ἑλλανείκῳ Ἑλλανείκου ἐν
ἐννόμῳ ἐκκλησίᾳ. μάρτυ[ρε]ς· Σώκλαρ-
ος Ἀριστίωνος, Εὔφρων Στρατάγου, Τείμω-
30 ν Νεικαινέτου. χεὶρ Παραμόνου τοῦ Νεικαινέτου· γ-
έγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ἱαρ-
ανθεσίας κατὰ τὸν νόμον. μάρτυρες οἱ προγεγρ-
αμμένοι.
Search Help
Contact Us