[ ]
Phokis — Tithora — beg. 2nd c. AD
1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Κάφιδος τοῦ Ἀρι- |
στίωνος, ἱερητεύοντος δὲ τῷ θεῷ τῷ Σαράπει | |
Νεικαινέτ<ου> τοῦ Νεικαινέτου, μηνὸς ἑνδεκάτου, ἀπέ- | |
δοτο Νεικαίνετος Νεικαινέτου καὶ Διοκρίτα Τείμω- | |
5 | νος Τιθορ<ε>ῖς, συνευαρεστεόντων καὶ τῶν υἱῶν αὐ- |
τοῦ Νεικαινέτου καὶ Τείμωνος, τῷ θεῷ τῷ Σα- | |
ράπιδι κοράσιον δουλικόν, ὄνομα Ὀνασιφόρον, | |
τειμᾶς ἀργυρίου διναρίων χειλίων τὰν τειμὰ- | |
ν ἀπέχομεν πᾶσαν ἐπὶ τοῖσδε ἐπ’ ἐλευθερίᾳ. | |
10 | μὴ καταδουλιξάστω δὲ Ὀνασιφόρον μη- |
δεὶς μηδὲ ἀγαγέτω ἐπὶ δουλείᾳ, μηδὲ ἐνε- | |
χυραξάτω κατὰ μηδένα τρόπον· εἰ δὲ μή, ἀποτει- | |
σάτω τῷ θεῷ τῷ Σαράπει ἀργυρίου δεινάρια δισχί- | |
λια· ἐξουσία δὲ ἔστω τῷ θέλοντι προστᾶμεν Ὀν- | |
15 | ασιφόρου ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσας δί- |
κας καὶ ζαμίας, καὶ ἄλ<λ>ῳ τῷ θέλοντι ὡς ὁμοίως, | |
καὶ τὸ μὲν ἥμισον ἔστω τῶν δισχι<λί>ων διναρίων | |
τοῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προστάντος. | |
παρμεν<ε>ῖ δὲ Ὀνασιφόρον πάντα τὸν τᾶς ζωᾶς χρό- | |
20 | νον Νεικαινέτῳ Νεικαινέτου καὶ Διοκρίτᾳ Τίμω- |
νος, τοῖς δὲ λοιποῖς ἅπασιν ἐλευθέρα ἔστω καὶ ἀνέ- | |
παφος. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν καὶ τὸν ἄρ- | |
χοντα Κᾶφιν. βεβαιωτῆρες Νεικαίνετος Νικαινέτου | |
νεώτερος καὶ Τείμων Νεικαινέτου. μάρτυρες· Ἀγί- | |
25 | ας Σωκλάρου, Ἀριστίων Σωκλάρου, Καλλίδαμος |
Καλλιγένους. χ<ε>ιρόγραφον Νικαινέτου τοῦ Νικαι- | |
νέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμέ- | |
να<ς> ὠνᾶς μάρτυρες οἱ αὐτοί. χ<ε>ιρόγραφον Τίμωνος | |
τοῦ Νικαινέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγε- | |
30 | γραμ<μ>ένας ὠνᾶς. μάρτυρες οἱ αὐτοί. |