[ ] Phokis — Tithora — beg. 2nd c. AD
1 θεὸς τύχαν ἀγαθάν. στρατηγοῦντος τῶν Φωκέων Καλλι-
κράτους τοῦ Κριτοδάμου Τιθρωνίου, ἐν δὲ Τιθόρᾳ ἄρχον-
τος τὸ δεύτερον Ἀριστίωνος τοῦ Σωκλάρου, μηνὸς δω-
δεκάτου, Δαμαίνετος Μνασία καὶ Κοσμία Διονυσίου ἀ-
5 πέδοντο τῷ θεῷ τῷ Σαράπει τῷ ἐν Τιθόρᾳ σῶμα κορά-
σιον γε<νόμενον> δημιόπρατον, ᾇ ὄνομα Σωτηρίχα, τιμᾶς ἀργυ-
ρίου μνᾶν δέκα ἐν ἐλευθερίαν τὰν τιμὰν ἔχοντι
πᾶσαν ὅπως παραμείνῃ Σωτηρίχα Δαμαινέτῳ
καὶ Κοσμίᾳ πᾶν τὸν τᾶς ζωᾶς χρόνον ἀνενκλήτ[ως]·
10 καὶ ποιείτω τὸ ἐπιτασ<σ>όμενον πᾶν [2τ>ὸ ἐ̣γ<γ>ε[ινό]μ[ενον].
μὴ καταδουλιξάσστω δὲ μηθ<ε>ὶς Σωτηρίχαν μηδὲ ἀγα-
γέτω εἰς δουλήας χάρ<ι>ν· εἰ δὲ μή, ὑπεύθυνος ἔστω καὶ ἀπο-
τεισάτω τῷ θεῷ τῷ Σαράπει τῷ ἐν Τιθώρρᾳ ἀργυρί-
ου μν(ᾶς) ιʹ. ἐξουσία δὲ ἔστω τῷ θέλοντι Φωκέων προστᾶ-
15 μεν Σωτηρίχας ἐπ̣ὶ [τ]<ῷ> [μ]ὴ̣ β̣λάψαι τοὺς ἀποδομένους. εἰ δέ τι[ς ἐπι]-
λάβοιτο Σωτηρίχας εἰς δουλήας χάριν ἢ ἀπελευθεριώσεως, τὸ αὐτὸ πρόσ-
τιμον ἀποτισάτω, ἐξουσία δὲ ἔστω τῷ θέλοντι προστᾶμεν Φωκέων, καὶ τὸ μὲν ἥ-
μισον ἔστω τοῦ θεοῦ τοῦ Σαράπιδος, τὸ δὲ ἥμισον τοῦ προστάντος χωρὶς πάσας
αἰτίας. βεβαιωτήρ· Τίμων Εὐτυχίδου. μάρτυρες· Διονυσόδωρος
20 Κλεονίκου, Λούκιος Κ<ο>ρνήλιος Νίγερ, Τίμων Διονυσοδώρου.
Search Help
Contact Us