[ ]
Phokis — Tithora — beg. 2nd c. AD
1 | θεὸς τύχαν ἀγαθάν. στρατηγοῦντος τῶν Φωκέων Καλλι- |
κράτους τοῦ Κριτοδάμου Τιθρωνίου, ἐν δὲ Τιθόρᾳ ἄρχον- | |
τος τὸ δεύτερον Ἀριστίωνος τοῦ Σωκλάρου, μηνὸς δω- | |
δεκάτου, Δαμαίνετος Μνασία καὶ Κοσμία Διονυσίου ἀ- | |
5 | πέδοντο τῷ θεῷ τῷ Σαράπει τῷ ἐν Τιθόρᾳ σῶμα κορά- |
σιον γε<νόμενον> δημιόπρατον, ᾇ ὄνομα Σωτηρίχα, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν δέκα ἐν ἐλευθερίαν τὰν τιμὰν ἔχοντι | |
πᾶσαν ὅπως παραμείνῃ Σωτηρίχα Δαμαινέτῳ | |
καὶ Κοσμίᾳ πᾶν τὸν τᾶς ζωᾶς χρόνον ἀνενκλήτ[ως]· | |
10 | καὶ ποιείτω τὸ ἐπιτασ<σ>όμενον πᾶν <τ>ὸ ἐ̣γ<γ>ε[ινό]μ[ενον]. |
μὴ καταδουλιξάσστω δὲ μηθ<ε>ὶς Σωτηρίχαν μηδὲ ἀγα- | |
γέτω εἰς δουλήας χάρ<ι>ν· εἰ δὲ μή, ὑπεύθυνος ἔστω καὶ ἀπο- | |
τεισάτω τῷ θεῷ τῷ Σαράπει τῷ ἐν Τιθώρρᾳ ἀργυρί- | |
ου μν(ᾶς) ιʹ. ἐξουσία δὲ ἔστω τῷ θέλοντι Φωκέων προστᾶ- | |
15 | μεν Σωτηρίχας ἐπ̣ὶ [τ]<ῷ> [μ]ὴ̣ β̣λάψαι τοὺς ἀποδομένους. εἰ δέ τι[ς ἐπι]- |
λάβοιτο Σωτηρίχας εἰς δουλήας χάριν ἢ ἀπελευθεριώσεως, τὸ αὐτὸ πρόσ- | |
τιμον ἀποτισάτω, ἐξουσία δὲ ἔστω τῷ θέλοντι προστᾶμεν Φωκέων, καὶ τὸ μὲν ἥ- | |
μισον ἔστω τοῦ θεοῦ τοῦ Σαράπιδος, τὸ δὲ ἥμισον τοῦ προστάντος χωρὶς πάσας | |
αἰτίας. βεβαιωτήρ· Τίμων Εὐτυχίδου. μάρτυρες· Διονυσόδωρος | |
20 | Κλεονίκου, Λούκιος Κ<ο>ρνήλιος Νίγερ, Τίμων Διονυσοδώρου. |