[ ] Phokis — Tithora — beg. 2nd c. AD
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐν Τιθόρραι Μνασία τοῦ Ξενίνου, στρα-
ταγέοντος δὲ τῶν Φωκέων Ἐπινίκου τοῦ Νικάρχου Λιλαιέος, ἱερητεύοντος δὲ
τῶι θεῶι τῶι Σαράπει Δαμοκλέα τοῦ Ἐχεκράτεος, μηνὸς τρίτου, ἀπέδοντο Λ[ά]-
ων καὶ Λάμπρων ὁ υἱὸς αὐτοῦ, συνευδοκέοντος καὶ τοῦ πατρὸς αὐτῶν, ὁμοίως
5 δὲ συνευδοκέοντος τᾶι ὠνᾶι καὶ τοῦ Τιμοξένου υἱοῦ Λάμπρωνος, καὶ Θέωνος
τοῦ Τιμομάχου, χρήσαντος τὰν χέρα Λάωνος τοῦ Λάμπρωνος τῶι θεῶι τῶι Σαρά-
πει τῶι ἐν Τιθόρραι ἐπ’ ἐλευθερίαι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Σώτιμος, τὸν υἱὸ[ν]
Ἀρχοῦς, τιμᾶς ἀργυρίου μνᾶν πέντε. τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· θ<έ>ων Τιμο-
μάχου. μὴ καταδουλιξάσθω δὲ μηθεὶς Σώτιμον μηδὲ καθ’ ὁποῖον τρόπον, μή-
10 τε αὐτὸν μήτε ἅ κα ἔχῃ, ἀλλὰ ἐλεύθερος ἔστω καὶ μὴ ποθεικέτω μηθενὶ μηθὲν ἔ<τ>[ι].
εἰ δέ τις καταδουλίζοιτο Σώτιμον, ἀποτεισάτω ἀργυρίου μνᾶς ἑξήκοντα {ποθιέρου}
ποθιέρους τῶι θεῶι τῶι Σαράπει. ἐξέστω δὲ καὶ προστᾶμεν τῶι θέλοντι Φωκέων ἐπὶ τῶι ἡ-
μίσωι, καὶ τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ δὲ ἥμισον τοῦ θεοῦ τοῦ Σαράπιος. παρ-
αμεινάτω δὲ Σώτιμος Λάμπρωνι τὰν ζωάν, τῶι πατρὶ Λάωνος καὶ Τιμοξένου, ποιῶν
15 τὸ ἐπιτασσόμενον πᾶν· εἰ δὲ μὴ παραμε<ί>νῃ Λάμπρωνι, ἀποτεισάτω ἀργυρίου πλά-
τη ἑβδομήκοντα, καὶ ἀγώγιμος ἔστω ποτὶ τὸ γεγραμμένον ἐπιτίμιον. διδότω δὲ Λάμπ-
ρων Σωτίμωι τὰν εὐσχημοσύναν. ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σάραπιν, τὸ δὲ ἀντίγραφον παρὰ
τὸν ἄρχοντα Μνασίαν. μάρτυρες· Καλλιγένης Τίμωνος, Ἀπολλώνιος Ἀπολλωνίδα, Βίων
Νικοδάμου.
Search Help
Contact Us